De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Ἀδύνατον οὖν εἰπεῖν ἢ ἐννοῆσαι περὶ θεοῦ, εἰ μὴ ὅπερ αὐτὸς διὰ τῶν ἁγίων γραφῶν ἡμῖν ἐφανέρωσε, καὶ ἀδύνατον εἰπεῖν τῷ θεῷ· «Τί ἐποίησας οὕτως;»–» πάντα γάρ, ὅσα ἠθέλησεν ὁ κύριος, ἐποίησε»–, καὶ οὐ χρὴ λογισμοῖς ἀνθρωπίνοις λέγειν· Πῶς ἐνδέχεται τοῦτο; «Γινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης.» Ἐπεὶ εἰπέ μοι· Πόθεν οἴδαμεν, ὅτι ὁ θεὸς ἐποίησε τὰ πάντα; Πῶς ὁ πατὴρ ἐγέννησε τὸν υἱόν; Ἢ πῶς τὸ πνεῦμα τὸ ἅγιον οὐ γεννᾶται, ἀλλ' ἐκπορεύεται; Ἢ πῶς «ὁ λόγος σὰρξ ἐγένετο;» Ὅτι μὲν ὁ υἱὸς γεννᾶται, τὸ δὲ πνεῦμα ἐκπορεύεται, ἐκ τῆς ἁγίας γραφῆς παρελάβομεν, καὶ ὅτι «ὁ λόγος σὰρξ ἐγένετο»· πῶς δέ, οὐδεὶς οἶδεν εἰ μὴ ὁ γεννήσας πατὴρ καὶ ὁ γεννηθεὶς υἱὸς λόγος ὁ γενόμενος σὰρξ καὶ τὸ ἐκπορευόμενον ἅγιον πνεῦμα.