De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Τί τὸ ξένον μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν γενεῶν, ὅπερ οὐκ ἔγνωσαν οἱ σοφοὶ οὐδὲ οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου, εἰ μὴ ὁ λόγος ὁ τοῦ σταυροῦ, ἡ μωρία τοῦ κηρύγματος, ὅτι ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ἐσταυρώθη; Καὶ γὰρ Ἀβραὰμ φίλος θεοῦ καὶ ἀπέθανε, Μωσῆς νομοθέτης καὶ ἀπέθανεν, Ἡσαΐας προφήτης καὶ ἐπρίσθη, Ἱερεμίας ἐκ κοιλίας μητρὸς ἡγιάσθη καὶ εἰς βορβόρου λάκκον ἐβλήθη καὶ ἀπέθανε, καὶ Ἰωάννης ἐκ κοιλίας μητρὸς ἐπλήσθη πνεύματος ἁγίου καὶ τὴν κεφαλὴν ἀπετμήθη, καὶ οὐδὲν τούτων μωρία ἐλογίσθη, εἰ μὴ ὁ λόγος ὁ τοῦ σταυροῦ, ὅτι ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ὁ κύριος τῆς δόξης ἐσταυρώθη. Τοῦτο παρὰ ἀνθρώποις ἄπιστον καὶ μωρὸν καὶ ἀδύνατον, ὅτι θεὸς ὡράθη καὶ ἐνεπτύσθη. Ταῦτα τοῖς πιστοῖς δύναμις θεοῦ, ὅτι πάντα, ὅσα θέλει, δύναται. Τοῦτο τὸ ξένον καὶ ἀπόρρητον μυστήριον. Εἰ γὰρ ἔγνωσαν, ὅτι θεὸς καὶ κύριος τῆς δόξης ἐστὶν ὁ τῆς παρθένου υἱός, οὐκ ἂν αὐτὸν ἐσταύρωσαν. Οὕτω καὶ ὁ ἀόρατος ὁρᾶται καὶ πάσχει ὁ ἀπαθὴς καὶ μένει οὐδὲν ἧττον ἀπαθής. Πάσχει γὰρ σαρκὸς φύσει καὶ μένει ἀπαθὴς τῇ θεότητι· ἀπαθὲς γὰρ τὸ θεῖον, κἂν ἥνωται καθ' ὑπόστασιν τῷ πάσχοντι σώματι. Χρὴ τοίνυν φυλάξαι τὴν γραφὴν σύμφωνον, καὶ ὅτι «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ ὅτι υἱὸς Δαυὶδ καὶ κύριος Δαυὶδ καὶ υἱὸς Ἀβραάμ, καὶ ὅτι προσελάβετο σάρκα καὶ σπέρματος Ἀβραὰμ ἐπελάβετο καὶ πρὸ Ἀβραὰμ ἦν «καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» καὶ ἀνήρ ἐστιν ὀπίσω Ἰωάννου ἐρχόμενος καὶ πρὸ Ἰωάννου ἦν, καὶ ὅτι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἡ σὰρξ αὐτοῦ ἐστι, καὶ ὅτι «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς» καὶ ὁ δεύτερος Ἀδὰμ κύριος ἐξ οὐρανοῦ, καὶ ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ἡ φύσις ἡ ἀκούσασα· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», κάθηται ἐπὶ θρόνου καὶ λατρεύεται ὑπὸ πάσης τῆς κτίσεως καὶ προσθήκην ἡ τριὰς οὐκ ἐδέξατο, καὶ ἐπικατάρατος πᾶς, ὃς πέποιθεν ἐπ' ἄνθρωπον.