De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Πῶς ταῦτα δύναται συμφωνεῖν, εἰ μὴ ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεὸς κατὰ φύσιν γέγονεν υἱὸς τῆς παρθένου, ἄνθρωπος, δύο φύσεις, μία ὑπόστασις, ὁ αὐτὸς προαιώνιος καὶ πρὸ Ἀβραὰμ καὶ Ἰωάννου καὶ κύριος Δαυίδ, ἀόρατος, ἀπαθής, ἀψηλάφητος ὡς θεός, ὁ αὐτὸς πρόσφατος γενόμενος ἄνθρωπος καὶ ὡς ἄνθρωπος ὁρατὸς ὁ αὐτός, ψηλαφητός, παθητός, ἐμπτυόμενος, τῆς θείας αὐτοῦ φύσεως οὐδενὶ τούτων ὑποπιπτούσης.