Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fide contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.1
Λέγει γὰρ ἡ γραφή, ὅτι «σπέρματος Ἀβραὰμ ἐπελάβετο» καὶ ὅτι «ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα», καὶ «υἱὸς Δαυίδ, υἱὸς Ἀβραάμ», ὅτι ἐκ τοῦ Ἀβραμιαίου γένους ἦν ἡ παρθένος καὶ ἐκ σπέρματος Δαυὶδ καὶ ἡ ἐξ αὐτῆς ὑπὸ τοῦ λόγου προσληφθεῖσα σάρξ, καὶ ὅτι τῆς ἡμετέρας φύσεως ἦν ἡ σὰρξ καὶ οὐχ ὁμοούσιος τῷ πατρὶ οὐδὲ οὐρανόθεν κατῆλθε· τὸ δὲ «ὁ λόγος σὰρξ ἐγένετο», ὅτι αὐτὸς ἐγένετο τῇ σαρκὶ ὑπόστασις καὶ μία ἐστὶν ὑπόστασις· τὸ δὲ «ἐσκήνωσεν ἐν ἡμῖν», ἵνα δείξῃ τὸ διάφορον καὶ ἄτρεπτον τῶν φύσεων· ἑτέρα γὰρ φύσις τοῦ σκηνοῦντος καὶ ἑτέρα τοῦ σκηνώματος. Προσλαμβάνεται γὰρ καὶ ἡ σπορὰ σῶμα ἐκ τῶν αἱμάτων τῆς γυναικός, καὶ ἑτέρα μὲν ὑπόστασις γυναικὸς καὶ τὰ αἵματα τῆς ὑποστάσεως τῆς γυναικός, ἀλλ' οὐ δύο σώματα οὐδὲ δύο ὑποστάσεις τῆς σπορᾶς καὶ τοῦ ἐκ τῆς γυναικὸς ὑπὸ τῆς σπορᾶς προσληφθέντος σώματος, ἀλλ' ἓν σῶμα καὶ μία ὑπόστασις ἐν δυσὶ φύσεσι ψυχῆς τε καὶ σώματος. Οὕτω καὶ ὁ υἱὸς τοῦ θεοῦ τελεία ἦν ὑπόστασις καί, εἰ προσελάβετο ἐκ τῆς ἁγίας παρθένου σάρκα ἐμψυχωμένην, οὐ δύο ὑποστάσεις, ἀλλὰ μία ὑπόστασις ἐν δυσὶ φύσεσιν· ὅπερ γὰρ ἐκεῖ φυσικῶς, τοῦτο ὧδε ὑπὲρ φύσιν καὶ ἔννοιαν.

Intertext edge

Open linked passage

Note