Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fide contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
Οὕτω θεὸς ὁ Χριστός. Διὸ καὶ θεοτόκος ἡ τοῦτον τεκοῦσα παρθένος. Ἡ γὰρ θεὸν τεκοῦσα δικαίως ἂν καὶ θεοτόκος καλοῖτο, οὐχ ὡς θεὸν γυμνὸν τεκοῦσα οὐδ' ὡς τῆς θεότητος τοῦ μονογενοῦς ἐξ αὐτῆς τὴν ἀρχὴν ἐχούσης, ἀλλ' ὡς θεὸν ἐξ αὐτῆς σαρκωθέντα κυήσασα· εἰ γὰρ μὴ ἡ τεκοῦσα θεοτόκος, οὐδὲ ὁ τεχθεὶς θεός. Οὐ γὰρ μετὰ τὸ γεννηθῆναι ἐξ αὐτῆς γέγονε θεός, ἀλλὰ θεὸς ὢν ἐξ αὐτῆς ἐσαρκώθη καὶ ἐγεννήθη θεὸς σεσαρκωμένος.

Intertext edge

Open linked passage

Note