De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Χριστοτόκοι μὲν γὰρ καὶ ἄλλαι. Καὶ γὰρ Ἱερεμίας ἐκ κοιλίας μητρὸς ἐχρίσθη καὶ ἡγιάσθη, καὶ Ἰωάννης ἐκ κοιλίας μητρὸς ἐπλήσθη πνεύματος ἁγίου, καὶ πάντες δὲ προφῆται καὶ ἱερεῖς καὶ βασιλεῖς χριστοὶ κυρίου καὶ πάντες οἱ χριστιανοὶ χριστοί. «Ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.» Θεοτόκος γὰρ ἄλλη οὔτε ἐγένετο οὔτε ἐστὶν οὔτε ἔσται. Δικαίως οὖν καὶ ἀξίως κληθείη θεοτόκος ἡ μόνη τὸν ὄντως ὄντα θεὸν καὶ υἱὸν θεοῦ σεσαρκωμένον κυήσασα.