Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fide contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.1
Εἰ μίαν φύσιν τοῦ Χριστοῦ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ λέξομεν, σύγχυσιν καὶ τροπὴν τῶν φύσεων αὐτοῦ ἐνάγομεν καὶ πάθος τῆς θείας κατηγορήσομεν φύσεως. Εἰ δὲ δύο φύσεις τοῦ Χριστοῦ εἴπομεν, ἀσύγχυτον τὴν ἕνωσιν φυλάττομεν καὶ τὸ θεῖον ἀπαθὲς καὶ ἄτρεπτον. Καὶ ἐὰν εἴπωμεν δύο ὑποστάσεις, δύο υἱοὺς εἰσάγομεν καὶ τετράδα ὑποστάσεων προσκυνήσομεν, καὶ ἔσται τετρὰς ἡ τριάς, κἂν θέλωμεν καὶ μὴ θέλωμεν· εἰ γὰρ ἀριθμήσομεν τρεῖς καὶ μίαν, ἀδύνατον μὴ εἰπεῖν τέσσαρας, καὶ τὰ ὄντα καὶ λεγόμενα ἀδύνατον μὴ ἀριθμεῖσθαι. Εἰ δὲ μίαν ὑπόστασιν τοῦ Χριστοῦ καὶ δύο εἴπομεν φύσεις, πάντα καλῶς ἔσονται, ὡς ἡ ψυχὴ λέγεται εἶναι ἐν τῷ σώματι καὶ κατοικεῖν καὶ λέγεται τὸ σῶμα ἔνδυμα τῆς ψυχῆς, καὶ οὔκ εἰσι δύο ὑποστάσεις, ἀλλὰ φύσεις μὲν δύο, μία δὲ ὑπόστασις, Πέτρος τυχὸν ἢ Παῦλος.

Intertext edge

Open linked passage

Note