Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fide contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1
Εἰ γὰρ δύο ὑποστάσεις ὁμοούσιοι, δίδυμοι ἑνὸς πατρὸς καὶ μιᾶς μητρός, κατὰ πάντα ὅμοιαι, οὐκ ἂν λεχθεῖεν εἷς υἱός, πῶς δύο ὑποστάσεις ἑτεροούσιοι ἐξ ἄλλης καὶ ἄλλης φύσεως γεγεννημέναι εἷς γένοιντο υἱός; 35 Τί δήποτε τὸ κτίσμα συμπροσκυνεῖται τῷ κτίστῃ, εἰ οὐδὲ μιᾶς φύσεως οὐδὲ μιᾶς ὑποστάσεως; Εἰ γὰρ οὐδὲ μιᾶς φύσεως οὐδὲ μιᾶς ὑποστάσεως ὁ τοῦ θεοῦ υἱὸς καὶ ὁ υἱὸς τῆς παρθένου καθ' ἡμᾶς, πῶς εἷς οἱ δύο εἰσίν; Οὐ γὰρ Πέτρος καὶ Παῦλος, κἂν τῆς φύσεως κοινωνῶσι καὶ τῆς χάριτος καὶ τῆς ἀξίας τῆς ἀποστολικῆς, εἷς εἰσιν ἄνθρωπος ἢ εἷς ἀπόστολος. 36 Ὥσπερ ἐπὶ τῆς ἁγίας τριάδος αἱ τρεῖς ὑποστάσεις διὰ τὴν φυσικὴν ταυτότητα καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν εἷς θεός εἰσί τε καὶ λέγονται, οὕτως ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ αἱ δύο φύσεις διὰ τὴν ὑποστατικὴν ταυτότητα καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν εἷς υἱός εἰσι· τὸ γὰρ υἱὸς ὑποστάσεώς ἐστι καὶ οὐ φύσεως. Καὶ ὥσπερ ἐκεῖ μία τῶν τριῶν προσκύνησις, οὕτω καὶ ὧδε μία προσκύνησις, ἐπεί, εἰ μηδὲ μία φύσις μηδὲ μία ὑπόστασις, διὰ τί εἷς υἱὸς καὶ ἀξία μία καὶ προσκύνησις; 37 Ὥσπερ ἀνέπαφός ἐστιν ἡ πεπυρωμένη μάχαιρα οὐ διὰ τὴν οἰκείαν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὴν καθ' ὑπόστασιν ἡνωμένην τῷ σιδήρῳ τοῦ πυρὸς φύσιν, οὕτως οὐ διὰ τὴν ἰδίαν φύσιν προσκυνεῖται ἡ σὰρξ τοῦ κυρίου, ἀλλὰ διὰ τὸ καθ' ὑπόστασιν ἡνῶσθαι τῷ θεῷ λόγῳ.

Intertext edge

Open linked passage

Note