De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1
Εἰ μὲν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἦν τὸ πάσχον σῶμα, αὐτοῦ καὶ τὸ πάθος· εἰ δὲ ἄλλου υἱοῦ, πῶς οὐ δύο υἱοί; 42 Κατὰ πάντα κοινωνεῖ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα πλὴν τῆς ὑποστάσεως. Εἰ οὖν μὴ καθ' ὑπόστασιν τὴν ἕνωσιν καὶ τὴν σάρκωσιν λέγεις, καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος ἐρεῖς τὴν σάρκωσιν. Εἰ γὰρ κατὰ χάριν καὶ ταυτοβουλίαν καὶ σχέσιν καὶ ἀγάπην εἴπομεν τὴν ἐνανθρώπησιν, καὶ τοῦ πατρὸς καὶ τοῦ πνεύματος λέξομεν τὴν ἐνανθρώπησιν· μία γὰρ θέλησις καὶ χάρις καὶ ἀγάπη πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Εἰ δὲ κατὰ ὁμωνυμίαν, οὐδὲ πλέον ἡμῶν ἔχει· «ἔδωκε γὰρ ἡμῖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι», καὶ «ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες.» Θεὸς δὲ καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον.