De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1
Τὰ ὁμοούσια οὐ συγκρίνονται πρὸς ἄλληλα κατ' οὐσίαν– οὐδεὶς γὰρ συγκρίνει Πέτρον καὶ Παῦλον κατ' οὐσίαν· μία γάρ ἐστιν ἡ οὐσία–, τὰ δὲ ἑτεροούσια κατ' οὐσίαν συγκρίνονται καὶ οὐ καθ' ὑπόστασιν· οὐδεὶς γὰρ λέγει, ὅτι ὁ Ἰωάννης μακρότερός ἐστι τοῦδε τοῦ ἵππου. Ἡ ψυχὴ καὶ τὸ σῶμα ἑτεροούσια μέν εἰσιν, ὁμοϋπόστατα δέ. Τὸ οὖν ἔχειν μέλη τοῦ σώματός ἐστι, τὰ δὲ αἰσθητήρια τοῦ σώματός εἰσιν, ἡ δὲ αἰσθητικὴ δύναμις τῆς ψυχῆς, καὶ οὐ διὰ τοῦτο ὑποστατικῶς διαφέρουσιν ἀλλήλων· καὶ τῷ σώματι γὰρ φυσικόν ἐστι τὸ ἔχειν μέλη καὶ αἰσθητήρια καὶ τῇ ψυχῇ ὁμοίως φυσικόν ἐστι τὸ ἔχειν τὴν αἰσθητικὴν δύναμιν καὶ ἐνεργεῖν διὰ τοῦ σώματος· ὄργανον γὰρ τῆς ψυχῆς τὸ σῶμα. Αὕτη οὖν ἡ διαφορὰ φυσική ἐστι καὶ φύσεις ἀφορίζει. Τὸ δὲ τὸν μὲν Παῦλον φαλακρὸν εἶναι, τὸν δὲ Πέτρον δασύτριχα, τὸν μὲν σιμόν, τὸν δὲ γρυπὸν. Τὸ δέχεσθαι ἐμπτύσματα καὶ ῥαπίσματα καὶ μὴ δέχεσθαι οὐκ ἀφορίζει ὑπόστασιν· πᾶσα γὰρ ἡ φύσις τῶν ἀνθρώπων δεκτική ἐστιν ἐμπτυσμάτων καὶ ῥαπισμάτων, ἡ δὲ φύσις τῆς θεότητος ἀνεπίδεκτος. Ὥστε τοῦ Χριστοῦ ἐμπτυομένου ἡ μὲν σὰρξ ἐνεπτύετο, ἡ δὲ θεότης ἀνεπίδεκτος ἦν τῶν ἐμπτυσμάτων· ὁμοίως καὶ ῥαπιζομένου καὶ πάσχοντος ἡ μὲν τῆς σαρκὸς φύσις ἐδέχετο ταῦτα, ἡ δὲ θεότης οὐκ ἐδέχετο. Καὶ γὰρ καὶ ἀνθρώπου ψιλοῦ ἐμπτυομένου τὸ μὲν σῶμα δέχεται τὰ ἐμπτύσματα, ἡ δὲ ψυχὴ οὐδαμῶς, καὶ οὐ παρὰ τοῦτο ἄλλη ὑπόστασις τῆς ψυχῆς καὶ ἄλλο πρόσωπον καὶ ἕτερον τοῦ σώματος. Τὸ μὲν γὰρ ἔχειν μέλη καὶ πρόσωπον ὁρατὸν καὶ ἐμπτυόμενον καὶ τὸ μὴ ἔχειν μέλη μηδὲ πρόσωπον ὁρατὸν ἢ ἐμπτυόμενον φύσεώς ἐστι· τὸ γὰρ ὁρατὸν καὶ ἀόρατον, τὸ ὑλικὸν καὶ ἄυλον, τὸ ἐσχηματισμένον καὶ ἀσχημάτιστον φύσεώς εἰσι διαφοραί.