De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
47.1
Τί ἐστιν ὑπόστασις καὶ πρόσωπον; Ὑπόστασις δὲ τὸ καθ' ἑαυτὸ ὑποστῆναι καὶ ἄλλον γενέσθαι, καὶ πρόσωπον τὸ ἰδιαιρέτως καὶ κεχωρισμένως ἐνεργεῖν. Ἡ δὲ τοῦ κυρίου οὐδὲ καθ' ἑαυτὴν ὑπέστη ποτὲ καὶ ἄλλος τις παρὰ τὸν θεὸν λόγον ἐγένετο, οὐδὲ κεχωρισμένως τοῦ θεοῦ λόγου ἐνήργησεν, ὡς ἐπὶ τῆς ψυχῆς ἔχει καὶ σώματος· οὐδὲ γὰρ τὸ σῶμα ἄλλος καὶ ἡ ψυχὴ ἄλλος οὐδὲ τὸ σῶμα καὶ ἡ ψυχὴ ἄλλου οὐδὲ κεχωρισμένως ἐνεργοῦσιν, ἀλλ' ἡ ψυχὴ διὰ τοῦ σώματος ἐνεργεῖ καὶ ἡ θεία θέλησις καὶ ἐνέργεια διὰ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐνήργει, διὰ τῆς ἑνώσεως καὶ θελήσεως τῆς ψυχῆς καὶ κινήσεως τοῦ σώματος.