De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1
Πᾶσα ὑπόστασις κεχωρισμένως καὶ ἰδιαιρέτως θέλει καὶ ἐνεργεῖ καὶ κινεῖται, καὶ ἰδίωμα ὑποστάσεώς ἐστι τοῦτο, καὶ διὰ τοῦτο ὑπόστασις καὶ πρόσωπον ταυτόν. Ἐπὶ δὲ τῆς θεότητος μόνης οὐκ ἰδιαιρέτως ἐνεργεῖ ἑκάστη ὑπόστασις οὐδὲ ἰδιαιρέτως θέλει, ἀλλὰ μία θέλησις, μία ἐνέργεια, μία κίνησις τῶν τριῶν ὑποστάσεων, μόνον δὲ τὸ ἀγέννητον τῆς πατρικῆς ὑποστάσεως ἰδίωμα, τὸ δὲ γεννητὸν τῆς τοῦ υἱοῦ ὑποστάσεως καὶ τὸ ἐκπορευτὸν τῆς τοῦ ἁγίου πνεύματος ὑποστάσεως. Ἐπὶ μὲν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰ μὲν δύο εἴπητε ὑποστάσεις, ἀνάγκη ἑκάστην αὐτῶν ἰδιαιρέτως καὶ κεχωρισμένως θέλειν καὶ ἐνεργεῖν, καὶ οὔτε κατ' ἐνέργειαν οὐδὲ καθ' ἕτερον τρόπον ἥνωνται. Εἰ δὲ κατ' ἐνέργειαν καὶ θέλησιν ἥνωνται, μία ὑπόστασις καὶ ἓν πρόσωπον.