Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John of Damascus PG 94-96
De fide contra Nestorianos
Nest 49.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
49.1
Δυνάμεθα εἰπεῖν, ὅτι τὸν θεὸν λόγον ἔτεκεν ἡ παρθένος καὶ ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ οὐκ ἐγεννήθη ἐκ γυναικός. Δύο γὰρ γεννήσεις οἴδαμεν τοῦ μονογενοῦς υἱοῦ καὶ λόγου τοῦ θεοῦ, μίαν τὴν προαιώνιον ἀσωμάτως καὶ θεϊκῶς ἐκ μόνου τοῦ πατρός, καθ' ἣν γέννησιν οὐκ ἐγεννήθη ἐκ γυναικὸς καὶ ἔστιν ἀμήτωρ, καὶ ἄλλην τὴν ἐπ' ἐσχάτων ἐκ μόνης μητρὸς μετὰ σαρκὸς οἰκονομικῶς διὰ τὴν ἡμετέραν σωτηρίαν, καθ' ἣν γέννησιν ἀπάτωρ ἐστί. Κατὰ τὴν πρώτην γέννησιν οὐκ ἐγεννήθη ἐκ γυναικός, κατὰ δὲ τὴν δευτέραν γέννησιν ἐκ γυναικὸς ἐγεννήθη· οὐ γὰρ ἐκ γυναικὸς τὴν ἀρχὴν καὶ αἰτίαν ἔσχε τῆς ὑπάρξεως τῆς θεϊκῆς, ἀλλ' ἐκ μόνου πατρός, τὴν δὲ ἀρχὴν τοῦ σαρκωθῆναι καὶ γενέσθαι ἄνθρωπος ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου. Πολλὰ γὰρ λέγονται καθ' ἕτερον καὶ ἕτερον τρόπον καὶ δοκοῦσιν ἀσύμφωνα εἶναι τῷ μὴ καλῶς προσέχοντι· ἐπὶ γὰρ τῆς τοῦ θεοῦ μεταμορφώσεως ὁ μὲν εἷς εὐαγγελιστὴς λέγει, ὅτι «μεθ' ἡμέρας ἕξ», ὁ δὲ ἕτερος, ὅτι μεθ' ἡμέρας ὀκτώ, καὶ διαφωνοῦσιν, ἐὰν μὴ καλῶς προσέχῃ τις· τῷ δὲ καλῶς προσέχοντι οὐ διαφωνία, ἀλλὰ συμφωνία ἐστίν. Ὁ μὲν γὰρ εἰπών· «Μεθ' ἡμέρας ἕξ», οὐδὲ τὴν ἡμέραν, καθ' ἣν εἶπεν ὁ κύριος, ἠρίθμησεν οὐδὲ τὴν ἡμέραν τῆς μεταμορφώσεως, ὁ δὲ εἰπών· Μεθ' ἡμέρας ὀκτώ, καὶ ταύτην κἀκείνην ἠρίθμησεν.

Intertext edge

Open linked passage

Note