Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fide contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
50.1
Φύσις ἐστὶν ἡ κοινότης τοῦ εἴδους, οἷον θεότης, ἀνθρωπότης· τὸ θεὸς ὄνομα ποτὲ μὲν ἐπὶ τῆς θείας φύσεως τάσσεται, ὡς λέγομεν εἷς θεός, τουτέστι μία θεότης, ποτὲ δὲ καὶ ἐπὶ ὑποστάσεως, ὡς λέγομεν· Θεὸς ὁ πατήρ, θεὸς ὁ υἱός, θεὸς τὸ πνεῦμα τὸ ἅγιον, καὶ τοῦτο ἐκ τῆς φύσεως παρονομάζομεν, ὁμοίως καὶ τὸ θεός. Λέγομεν οὖν· Ἄλλο θεὸς καὶ ἄλλο ἄνθρωπος, τουτέστιν ἄλλη φύσις θεότητος καὶ ἄλλη ἀνθρωπότητος. Καὶ ὁ ἅγιος Γρηγόριος ὁ θεολόγος πρὸς Κληδόνιον γράφει· «Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα». Καὶ πάλιν λέγομεν· Θεὸς ὁ πατὴρ καὶ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον καὶ ἄνθρωπος ὁ Πέτρος καὶ ἄνθρωπος ὁ Παῦλος.

Intertext edge

Open linked passage

Note