Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fide contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1
Ὥσπερ οὐσία καὶ φύσις ταυτόν ἐστι παρὰ τοῖς ἁγίοις πατράσιν, οὕτω καὶ ὑπόστασις καὶ πρόσωπον ταυτόν ἐστι. 53 Μιᾶς φύσεως ὁ μονογενὴς καὶ προαιώνιος υἱὸς τοῦ θεοῦ καὶ ὁ υἱὸς τῆς παρθένου ἢ δύο; Μιᾶς ὑποστάσεως ἢ δύο; Μία θέλησις θεότητος καὶ ἀνθρωπότητος ἢ δύο, ἄλλη καὶ ἄλλη; Μία ἐνέργεια θεότητος καὶ ἀνθρωπότητος ἢ δύο, ἄλλη καὶ ἄλλη; Φυσικὴ υἱότης καὶ κατὰ χάριν υἱότης μία ἐστὶν ἢ ἄλλη καὶ ἄλλη; Δοῦλος τοῦ θεοῦ ὁ υἱὸς τῆς παρθένου; Δουλεία καὶ δεσποτεία μία ἀξία ἢ ἄλλη καὶ ἄλλη; Εἰς τὸ πρόσωπον τοῦ μονογενοῦς καὶ προαιωνίου υἱοῦ ἐνέπτυσαν, ἀλλ' εἰς ποῖον πρόσωπον; Ὅτε ὁ Γαβριὴλ ἀπεστάλη καὶ ἐκ προσώπου τοῦ θεοῦ διελέγετο τῇ παρθένῳ, ἓν πρόσωπον ἦν αὐτοῦ καὶ τοῦ θεοῦ; Εἰ ἄλλη καὶ ἄλλη φύσις καὶ ἄλλη καὶ ἄλλη θέλησις καὶ ἄλλη καὶ ἄλλη ἐνέργεια καὶ ἄλλη καὶ ἄλλη ὑπόστασις καὶ ἄλλη υἱότης καὶ ἄλλη ἀξία καὶ ἄλλο καὶ ἄλλο πρόσωπον, πῶς οὐ δύο υἱοί;

Intertext edge

Open linked passage

Note