Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fide contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ὥσπερ ἐπὶ τῆς ἁγίας τριάδος τρεῖς ὑποστάσεις λέγοντες οὐκ ἀναγκαζόμεθα ἑκάστῃ ὑποστάσει ἰδίαν διδόναι φύσιν, ἀλλ' αἱ τρεῖς ἔχουσι μίαν φύσιν καὶ οὐσίαν κοινὴν τῆς θεότητος, καὶ οὔτε ἀνούσιος ἐπὶ μιᾷ ἑκάστῃ αὐτῶν, οὐδὲ ἑκάστη ἰδίαν ἔχει οὐσίαν, οὕτως ἐπὶ τοῦ Χριστοῦ δύο φύσεις λέγοντες οὐκ ἀναγκαζόμεθα ἑκάστῃ φύσει ἰδίαν διδόναι ὑπόστασιν, ἀλλ' αἱ δύο φύσεις ἔχουσι μίαν ὑπόστασιν κοινὴν τῆς υἱότητος ἤγουν τῆς τοῦ υἱοῦ τοῦ θεοῦ– αὐτὴ γὰρ ὑπόστασις υἱὸς θεοῦ κατὰ τὴν θεότητα καὶ υἱὸς τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, καὶ οὔτε ἀνυπόστατος μία ἑκάστη ἐστὶ τῶν φύσεων οὐδὲ ἑκάστη ἰδίαν ἔχει ὑπόστασιν–, καὶ ὥσπερ ἐκεῖ τὰς τρεῖς ὑποστάσεις μίαν φαμὲν φύσιν, οὕτως ὧδε τὰς δύο φύσεις μίαν ὑπόστασιν λέγομεν.

Intertext edge

Open linked passage

Note