Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De haeresibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Φαρισαῖοι, οἱ ἑρμηνευόμενοι ἀφωρισμένοι· οἱ τὸ ἀκρότατον βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι, παρ' οἷς καὶ νεκρῶν ἀνάστασις, ὃ καὶ παρὰ τοῖς γραμματεῦσι, καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος ἁγίου, ὅτι ἔστι, συγκατάθεσις· πολιτεία δὲ διάφορος, καὶ μέχρι χρόνου ἐγκράτεια καὶ παρθενία, νηστεία δὲ δὶς τοῦ σαββάτου, ξεστῶν καθαρισμὸς καὶ πινάκων καὶ ποτηρίων ὡς καὶ οἱ γραμματεῖς, ἀποδεκατώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐνδελεχεῖς εὐχαὶ καὶ σχήματα ἐθελοθρησκευτικὰ τῆς ἐνδυσίας διά τε τῆς ἀμπεχόνης καὶ τῶν δελματικῶν ἤτουν κολοβίων καὶ τοῦ πλατυσμοῦ τῶν φυλακτηρίων, τουτέστι σημάτων τῆς πορφύρας καὶ κρασπέδων καὶ ῥοΐσκων ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα ἐτύγχανε σημεῖα τῆς παρ' αὐτοῖς ἕως καιροῦ ἐγκρατείας· οἳ καὶ παρεισέφερον γένεσιν καὶ εἱμαρμένην. 16 Σαδδουκαῖοι, οἱ ἑρμηνευόμενοι δικαιότατοι, οἳ ἐκ γένους μὲν ἦσαν Σαμαρειτῶν ὁμοῦ καὶ ἱερέως Σαδοὺκ ὀνόματι, νεκρῶν μὲν ἀνάστασιν ἀρνούμενοι καὶ μὴ παραδεχόμενοι ἄγγελον μήτε πνεῦμα, τὰ δὲ πάντα ὄντες Ἰουδαῖοι.

Intertext edge

Open linked passage

Note