John of Damascus PG 94-96
De haeresibus
Haer 31.1
Choose a text
More by John of Damascus, Saint
—
Pg Scrape Grc
31.1
Οὐαλεντινιανοί, οἳ σαρκὸς μὲν ἀπαγορεύουσιν ἀνάστασιν, παλαιὰν δὲ ἀθετοῦσι διαθήκην, καὶ προφήτας ἀναγινώσκοντες καί, ὅσα ἄλλα εἰς ὁμοίωσιν δύναται τροπολογεῖσθαι τῆς αὐτῶν αἱρέσεως, δεχόμενοι. Ἑτέρας τινὰς μυθολογίας παρεισφέρουσι τριάκοντα αἰώνων ὀνομασίας λέγοντες ἀρρενοθηλείας τε ὁμοῦ ἐκ τοῦ πατρὸς τῶν ὅλων γεγενημένους, οὓς καὶ θεοὺς νομίζουσι καὶ αἰῶνας. Τὸν δὲ Χριστὸν ἀπ' οὐρανοῦ ἐνηνοχέναι τὴν σάρκα καὶ ὡς διὰ σωλῆνος τῆς Μαρίας διαπεπερακέναι.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).