Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De haeresibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
42.1
Μαρκιωνισταί. Μαρκίων ἀπὸ Πόντου ὁρμώμενος ἐπισκόπου μὲν ἦν υἱός, φθείρας δὲ παρθένον ἀπέδρα διὰ τὸ ἐξεῶσθαι ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς ἐκκλησίας. Οὗτος ἀνελθὼν ἐν Ῥώμῃ, εἶτα αἰτήσας μετάνοιαν τοὺς κατ' ἐκεῖνο καιροῦ ἡγουμένους τῆς ἐκκλησίας καὶ μὴ τυχὼν ἐπῄρθη κατὰ τῆς πίστεως καὶ ἐδογμάτισεν τρεῖς ἀρχάς, ἀγαθὸν καὶ δίκαιον καὶ φαῦλον, εἶναί τε τὴν καινὴν διαθήκην ἀλλοτρίαν τῆς παλαιᾶς καὶ τοῦ ἐν αὐτῇ λαλήσαντος. Οὗτός τε καὶ οἱ ἀπ' αὐτοῦ Μαρκιωνισταὶ ἀνάστασιν σαρκὸς ἀθετοῦσι, βάπτισμα διδόασιν οὐ μόνον ἕν, ἀλλὰ καὶ δύο καὶ τρία μετὰ τὸ παραπεσεῖν, ὑπὲρ δὲ τῶν τεθνεώτων καὶ κατηχουμένων ἄλλοι παρ' αὐτοῖς βαπτίζονται. Ἀδεῶς δὲ παρ' αὐτοῖς καὶ γυναῖκες ἐπιτρέπονται λουτρὸν διδόναι.

Intertext edge

Open linked passage

Note