De haeresibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
44.1
Ἀπελλιανοί. Καὶ οὗτος Ἀπελλῆς τὰ ὅμοια Μαρκίωνι καὶ Λουκιανῷ δογματίζει, κακίζει τὴν πᾶσαν ποίησιν καὶ τὸν πεποιηκότα. Οὐχ ὁμοίως δὲ τούτοις τρεῖς ἀρχὰς ὑφηγήσατο, ἀλλὰ μίαν μὲν ἀρχὴν καὶ ἕνα θεὸν ὄντα ἀνώτατον καὶ ἀκατονόμαστον, τοῦτον δὲ τὸν ἕνα πεποιηκέναι ἄλλον. Καὶ οὗτος, φησίν, ὁ γεγονὼς πονηρὸς εὑρεθεὶς τῇ αὐτοῦ φαυλότητι τὸν κόσμον ἐποίησεν.