Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John of Damascus PG 94-96
De haeresibus
Haer 49.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
49.1
Πεπουζιανοί, οἱ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, αἱρέσεις δύο. Ἐξ αὐτῶν μέν εἰσι τῶν Καταφρυγαστῶν, ἕτερα δὲ παρ' ἐκείνους δογματίζουσι, Πέπουζαν πόλιν τινὰ ἔρημον ἀνὰ μέσον Γαλατίας καὶ Καππαδοκίας καὶ Φρυγίας ἐκθειάζοντες καὶ δὴ ταύτην Ἱερουσαλὴμ ἡγούμενοι– ἔστι δὲ καὶ ἄλλη Πέπουζα–, γυναιξὶ δὲ ἀποδιδόντες τὸ ἄρχειν καὶ ἱερατεύειν. Μυοῦνται δέ τινα κατακεντοῦντες νέον παῖδα ῥαφίσι χαλκαῖς ὥσπερ οἱ Καταφρυγαστῶν καὶ τῷ αἵματι αὐτοῦ ἄλευρον φυράσαντες καὶ ἀρτοποιήσαντες προσφορὰν μεταλαμβάνουσι. Καὶ δὴ τῇ Κυϊντίλλῃ ἢ Πρισκίλλῃ Χριστὸν ἐκεῖσε ἐν Πεπούζῃ ἀποκεκαλύφθαι ἐν εἴδει θηλείας μυθολογοῦσι. Κέχρηνται δὲ ὡσαύτως παλαιᾷ καὶ καινῇ διαθήκῃ κατὰ τὸν νοῦν τὸν ἴδιον μεταποιούμενοι.

Intertext edge

Open linked passage

Note