Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De haeresibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1
Ἀδαμιανοὶ παρά τινος Ἀδὰμ ζῶντος καλουμένου χλεύης μᾶλλον ἢ ἀληθείας τὸ δόγμα ἔχουσι. Γίνεται δέ τι τοιοῦτον· Γυμνοὶ συνάγονται ὡς ἐκ μητρὸς ἄνδρες καὶ γυναῖκες ἐπὶ τὸ αὐτὸ καὶ οὕτως τὰς ἀναγνώσεις καὶ τὰς εὐχὰς καὶ πᾶν ὁτιοῦν ἐκτελοῦσι, δῆθεν μονάζοντές τε καὶ ἐγκρατευόμενοι καὶ γάμον μὴ δεχόμενοι τὴν ἑαυτῶν ἐκκλησίαν παράδεισον ἡγοῦνται. 53 Σαμψαῖοι καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοικοῦντες καθύπερθεν τῆς νεκρᾶς θαλάσσης κειμένην· οἵτινες ἀπὸ τοῦ Ἠλξαΐ τινος ψευδοπροφήτου ἠπατημένοι, οὗ ἔτι δεῦρο ἐκ τῆς συγγενείας ὑπῆρχεν Μαρθοῦς καὶ Μαρθῖνα γυναῖκες προσκυνούμεναι ὑπὸ τῆς αἱρέσεως ὡς θεαί, παραπλησίως τῶν Ἐβιωναίων τὰ πάντα ἔχοντες.

Intertext edge

Open linked passage

Note