John of Damascus PG 94-96
De haeresibus
Haer 67.1
Choose a text
More by John of Damascus, Saint
—
Pg Scrape Grc
67.1
Ἱερακῖται. Οὗτοι ἀπὸ Ἱέρακος τοῦ Λεοντοπολίτου τῆς Αἰγύπτου, ἐξηγητοῦ τινος, σαρκὸς μὲν ἀνάστασιν ἀθετοῦντες, χρώμενοι δὲ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἀπαγορεύοντες γάμον παντελῶς, μονάζοντας δὲ καὶ παρθένους καὶ ἐγκρατευομένους δεχόμενοι καὶ χήρους, λέγοντες τὰ μηδέπω ἐν ἡλικίᾳ γεγονότα παιδία μὴ μετέχειν βασιλείας διὰ τὸ μὴ ἠθληκέναι. 68 Μελετιανοί, οἱ ἐν Αἰγύπτῳ σχίσμα ὄντες, οὐχ αἵρεσις, μὴ συνευχόμενοι τοῖς ἐν τοῖς διωγμοῖς παραπεπτωκόσι, νῦν δὲ Ἀρειανοῖς συναφθέντες.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).