Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De haeresibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
69.1
Ἀρειανοί, οἱ καὶ Ἀρειομανῖται καὶ Διατομῖται, οἱ τὸν υἱὸν τοῦ θεοῦ κτίσμα λέγοντες καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος, σάρκα μόνον τὸν σωτῆρα ἀπὸ Μαρίας εἰληφέναι διαβεβαιούμενοι, οὐχὶ δὲ καὶ ψυχήν. Αὗται τοῦ πέμπτου τόμου, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε. Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ βιβλίου τρίτου, αἱρέσεις ἑπτά. 70 Αὐδιανοί, σχίσμα καὶ ἀφηνιασμός, οὐ μέντοι αἵρεσις. Οὗτοι διαγωγὴν μὲν καὶ βίον εὖ τεταγμένον κέκτηνται, εἰσὶν δὲ κατὰ πάντα τὴν πίστιν ἔχοντες ὡς ἡ καθολικὴ ἐκκλησία, ἐν μοναστηρίοις οἱ πλείους οἰκοῦντες καὶ οὐ πᾶσι συνευχόμενοι. Καὶ μάλιστα τοῖς ἀποκρύφοις κέχρηνται, κατακόρως ψέγοντες τοὺς παρ' ἡμῖν ἐπισκόπους πλουσίους, καὶ ἄλλους εἰς ἄλλα. Τὸ πάσχα δὲ ποιοῦσιν ἰδιαζόντως μετὰ Ἰουδαίων. Ἔχουσι δὲ ἰδιωτικόν τι καὶ φιλόνεικον τὸ «κατ' εἰκόνα» ξηρότατα ἑρμηνεύοντες.

Intertext edge

Open linked passage

Note