De haeresibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
81.1
Νεστοριανοί, οἱ ἰδίως καὶ κεχωρισμένως ὑπάρχειν τὸν θεὸν λόγον δογματίζοντες καὶ ἰδίως τὸν ἄνθρωπον αὐτοῦ καὶ τὰ μὲν ταπεινότερα τῶν πραχθέντων ὑπὸ τοῦ κυρίου ἐν τῇ πρὸς ἡμᾶς ἐπιδημίᾳ αὐτοῦ μόνῳ τῷ ἀνθρώπῳ αὐτοῦ προσάπτοντες, τὰ δὲ ὑψηλότερα καὶ θεοπρεπῆ μόνῳ τῷ θεῷ λόγῳ καὶ μὴ τὰ συναμφότερα ἑνὶ καὶ τῷ αὐτῷ προσώπῳ προσάγοντες. 82 Εὐτυχιανισταί, οἱ ἀπὸ Εὐτυχέως τοὔνομα τῆς αἱρέσεως ἐσχηκότες, οἱ μὴ λέγοντες ἐκ τῆς ἁγίας παρθένου Μαρίας εἰληφέναι τὴν σάρκα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλὰ θειότερόν πως σεσαρκῶσθαι ἀποφαινόμενοι, μὴ εἰληφότες κατὰ νοῦν, ὅτι τὸν τῇ ἁμαρτίᾳ τοῦ προπάτορος αὐτῶν Ἀδὰμ ὑπεύθυνον τυγχάνοντα ἄνθρωπον, τοῦτον ἥνωσεν ἑαυτῷ ὁ θεὸς λόγος ἐκ τῆς παρθένου Μαρίας, ἐξ οὗ καὶ «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἀπεκδυσάμενος ἐδειγμάτισεν ἐν παρρησίᾳ», ὡς γέγραπται, «θριαμβεύσας» ἐπὶ τοῦ σταυροῦ, ἃς διὰ τῆς παραβάσεως τοῦ πρωτοπλάστου ἦν ἐνδεδυκώς.