Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De haeresibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
83.1
Αἰγυπτιακοί, οἱ καὶ Σχηματικοί, μονοφυσῖται, οἱ προφάσει τοῦ ἐν Χαλκηδόνι συντάγματος τοῦ τόμου ἀποσχίσαντες τῆς ὀρθοδόξου ἐκκλησίας. Αἰγυπτιακοὶ δὲ προσείρηνται διὰ τὸ πρώτους Αἰγυπτίους κατάρξασθαι τούτου τοῦ σχήματος ἐπὶ Μαρκιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν βασιλέων, τὰ δὲ ἄλλα πάντα ὀρθόδοξοι ὑπάρχοντες. Οὗτοι δὲ προσπαθείᾳ τῇ πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ Διόσκορον ὑπὸ τῆς ἐν Χαλκηδόνι συνόδου καθαιρεθέντα ὡς τῶν Εὐτυχοῦς δογμάτων συνήγορον ἀντεπάθησαν τῇ συνόδῳ καὶ μυρίας τότε ἐπ' αὐτοῖς μέμψεις κατ' αὐτῆς ἀνεπλάσαντο, ἃς προλαβόντως ἐν τῇ παρούσῃ βίβλῳ ἱκανῶς διελύσαμεν σκαιοὺς αὐτοὺς καὶ ματαιόφρονας ἀποδείξαντες. Ὧν ἀρχηγοὶ Θεοδόσιος ὁ Ἀλεξανδρεύς, ἐξ οὗ Θεοδοσιανοί, Ἰάκωβος ὁ Σύρος, ἐξ οὗ Ἰακωβῖται. Τούτων δὲ συνίστορες καὶ βεβαιωταὶ καὶ ὑπέρμαχοι Σευῆρος, ὁ τῆς Ἀντιοχέων φθορεύς, καὶ ὁ τὰ μάταια πονέσας Ἰωάννης ὁ Τριθεΐτης, οἱ τὸ τῆς κοινῆς ἀρνούμενοι σωτηρίας μυστήριον. Πολλὰ μὲν τῆς ἐν Χαλκηδόνι θεοπνεύστου τῶν ἑξακοσίων τριάκοντα πατέρων διδασκαλίας κατέγραψαν, πολλὰ δὲ τοῖς ἀπολλυμένοις ἐπολέθρῳ ἑαυτῶν ἐχόμενα τρίβου τεθείκασι σκάνδαλα, καὶ μερικὰς δὲ δογματίζοντες οὐσίας τὸ τῆς οἰκονομίας συγχέουσι μυστήριον. Περὶ φύσεως καὶ ὑποστάσεως, ὅπως οἱ ἐκ Σευήρου δοξάζουσι καὶ πῶς τὰς μερικὰς δογματίζουσιν οὐσίας. Ἰωάννου γραμματικοῦ τοῦ τριθεΐτου τοῦ λεγομένου Φιλοπόνου ἐκ τοῦ δʹ λόγου τοῦ Διαιτητοῦ. Ὁ γὰρ κοινὸς καὶ καθόλου τῆς τοῦ ἀνθρώπου φύσεως λόγος, εἰ καὶ αὐτὸς καθ' ἑαυτὸν εἷς ἐστιν, ἀλλ' οὖν ἐν πολλοῖς ὑποκειμένοις γινόμενος πολλὰ γίνεται, ὁλόκληρος ἐν ἑκάστῳ καὶ οὐκ ἀπὸ μέρους ὑπάρχων, ὥσπερ καὶ ὁ ἐν τῷ ναυπηγῷ τοῦ πλοίου λόγος εἷς ὢν πληθύνεται ἐν πολλοῖς ὑποκειμένοις γινόμενος. Οὕτω δὲ καὶ τὸ ἐν τῷ διδασκάλῳ θεώρημα ἓν ὂν τῷ ἰδίῳ λόγῳ, ὅταν ἐν τοῖς διδασκομένοις γίνηται, συμπληθύνεται αὐτοῖς ὅλον ἐν ἑκάστῳ γινόμενον. Προσέτι δὲ καὶ ὁ ἐν τῷ δακτυλίῳ τύπος εἷς ὢν ἐν πλείοσιν ἐκμαγείοις ὅλος ἐν ἑκάστῳ γινόμενος πολλὰ λοιπὸν ἔστι τε καὶ λέγεται. Ὥστε τὰ πολλὰ πλοῖα καὶ οἱ πολλοὶ ἄνθρωποι καὶ τὰ ἐκμαγεῖα τὰ πολλὰ καὶ τὰ ἐν τοῖς πλείοσι μαθηταῖς νοήματα τοῖς μὲν ἀτόμοις πλείονα τυγχάνει κατὰ τὸν ἀριθμὸν καὶ ταύτῃ διῃρημένα ἐστὶ καὶ οὐχ ἡνωμένα, τῷ κοινῷ δὲ εἴδει οἱ πολλοὶ ἄνθρωποι εἷς τυγχάνουσι καὶ τὰ πολλὰ πλοῖα ἓν καὶ τὰ νοήματα δὲ ὡσαύτως καὶ τὰ ἐκμαγεῖα τῇ ταυτότητι τοῦ ἐκτυπώματος τὸ ἓν ἔχουσιν. Ὥστε ταῦτα κατ' ἄλλο μὲν πολλά ἐστι καὶ διῃρημένα, κατ' ἄλλο δὲ ἡνωμένα καὶ ἕν. Ἀλλὰ κἂν ἐπὶ τῶν συνεχῶν πολλάκις φέρωμεν τὸν ἀριθμόν, δύο φέρε πήχεων εἶναι τὸ ξύλον λέγοντες, ἀλλὰ δυνάμει δύο φαμὲν εἶναι τὸ ἕν, οὐκ ἐνεργείᾳ, ἐπεί τοί γε ἕν ἐστιν ἐνεργείᾳ καὶ οὐ δύο· τῷ δὲ δύνασθαι τομὴν ὑπομένον δύο γενέσθαι, ταύτῃ φαμὲν αὐτὸ δύο τινῶν εἶναι. Ἐκ τοῦ αὐτοῦ Διαιτητοῦ κεφάλαιον ζʹ. Ἕβδομος ἔστω λόγος ὁ, ἐξ ὧν οἱ τἀναντία πρεσβεύοντες ὑποτίθενται, τὴν ἰδίαν ἐπισφραγίζειν ἀλήθειαν· δύο γὰρ εἶναι τὰς τοῦ Χριστοῦ φύσεις ὑποτιθέμενοι μίαν αὐτοῦ καὶ μόνην ἀξιοῦσιν εἶναι τὴν ὑπόστασιν ἤγουν πρόσωπον, ὁμοίως ἀποσκευαζόμενοι τοὺς ἢ μίαν εἶναι τὴν Χριστοῦ φύσιν μετὰ τὴν ἕνωσιν ἢ δύο τούτου τὰς ὑποστάσεις πρεσβεύοντας. Ἀλλὰ πρὶν εἰς τοὺς ἐλέγχους ἡμᾶς ἐμβαλεῖν ταύτης τῆς ὑποθέσεως, εὔλογον οἶμαι πρότερον ἀφορίσασθαι, τί μὲν τὸ τῆς φύσεως ἡ τῶν ἐκκλησιῶν διδασκαλία σημαίνειν βούλεται ὄνομα, τί δὲ τὸ τοῦ προσώπου καὶ τῆς ὑποστάσεως. Φύσιν μὲν οὖν οἴεται τὸν κοινὸν τοῦ εἶναι λόγον τῶν τῆς αὐτῆς μετεχόντων οὐσίας, ὡς ἀνθρώπου παντὸς τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· τούτῳ γὰρ οὐδεὶς ἀνθρώπων διενήνοχεν. Οὐσίαν δὲ καὶ φύσιν εἰς ταυτὸν ἄγει. Ὑπόστασιν δὲ ἤγουν πρόσωπον τὴν ἰδιοσύστατον τῆς ἑκάστου φύσεως ὕπαρξιν καί, ἵν' οὕτως εἴπω, περιγραφὴν ἐξ ἰδιοτήτων τινῶν συγκειμένην, καθ' ἃς ἀλλήλων οἱ τῆς αὐτῆς κεκοινωνηκότες φύσεως διαφέρουσι καί, συντόμως εἰπεῖν, ἅπερ ἄτομα προσαγορεύειν τοῖς ἐκ τοῦ Περιπάτου φίλον, ἐν οἷς ἡ τῶν κοινῶν γενῶν τε καὶ εἰδῶν ἀποτελευτᾷ διαίρεσις, ταῦτα οἱ τῆς ἐκκλησίας διδάσκαλοι ὑποστάσεις, ἔσθ' ὅτε καὶ πρόσωπα προσηγόρευσαν. Τοῦ γὰρ ζῴου εἰς τὸ λογικὸν διαιρουμένου καὶ τὸ ἄλογον, καὶ τοῦ λογικοῦ πάλιν εἰς ἄνθρωπον καὶ ἄγγελον καὶ δαίμονα, τὰ εἰς ἃ λοιπὸν ὑποτέμνεται ἐσχάτων τῶν εἰδῶν τούτων ἕκαστον, οἷον ἄνθρωπος μὲν εἰς Πέτρον καὶ Παῦλον, ἄγγελος δὲ εἰς Γαβριὴλ καὶ Μιχαὴλ φέρε καὶ τῶν λοιπῶν ἀγγέλων ἕκαστον, ἄτομα προσαγορεύουσι, διότι μὴ οἷόν τε τούτων ἕκαστον ὑποτέμνεσθαι λοιπὸν εἰς ἕτερα τὴν φύσιν αὐτῶν μετὰ τὴν τομὴν διασῴζοντα. Ἡ μὲν γὰρ εἰς ψυχὴν καὶ σῶμα τοῦ ἀνθρώπου διαίρεσις τοῦ παντὸς ζῴου φθορὰν ἐργάζεται. Ἔνθεν ἄτομα ταῦτα καλεῖν ἐκείνοις φίλον. Ὑποστάσεις δὲ τὰ τοιαῦτα ὁ ἐκκλησιαστικὸς ὠνόμασε λόγος, διότι ἐν τούτοις τὰ γένη καὶ εἴδη λαμβάνει τὴν ὕπαρξιν. Εἰ γὰρ καὶ ἴδιον ἔχει τὸν τοῦ εἶναι λόγον τὸ ζῷον, φέρε καὶ ὁ ἄνθρωπος, ὧν τὸ μέν ἐστι γένος, τὸ δὲ εἶδος, ἀλλ' ἐν τοῖς ἀτόμοις τὴν ὕπαρξιν ἔχουσιν, οἷον Πέτρῳ καὶ Παύλῳ, χωρὶς τούτων οὐχ ὑφιστάμενα. Τί μὲν οὖν ὑπόστασίς ἐστι καὶ τί φύσις κατὰ τὴν ἐκκλησιαστικὴν ὑφήγησιν, εἴπομεν. Αὕτη δὴ οὖν ἡ κοινὴ φύσις, ἡ ἀνθρώπου, καθ' ἣν οὐδεὶς ἄνθρωπος οὐδενὸς διενήνοχεν, ἐν ἑκάστῳ τῶν ἀτόμων γινομένη ἰδία λοιπὸν ἐκείνου καὶ οὐδενὸς ἑτέρου κοινὴ γίνεται, καθὼς ἐν τῷ τετάρτῳ κεφαλαίῳ ὡρισάμεθα. Τὸ γὰρ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν οὐδενὸς ἄλλου κοινόν ἐστιν. Ἀμέλει παθόντος ἀνθρώπου τινὸς ἢ βοὸς ἢ ἵππου ἀπαθῆ μένειν τὰ ὁμοειδῆ τῶν ἀτόμων οὐκ ἀδύνατον. Καὶ γὰρ Παύλου τεθνεῶτος μηδένα τεθνάναι τῶν λοιπῶν ἀνθρώπων ἐνδέχεται, καὶ γενομένου Πέτρου καὶ εἰς τὸ εἶναι παρενεχθέντος οἱ ἐσόμενοι μετ' αὐτὸν ἄνθρωποι οὔπω τῶν ὄντων εἰσίν. Οὐκοῦν ἑκάστη φύσις οὐ μοναχῶς λέγεται τοῦθ' ὅπερ ἐστίν, ἀλλὰ διχῶς. Καθ' ἕνα μὲν τρόπον, ὅταν τὸν κοινὸν ἑκάστης φύσεως λόγον αὐτὸν ἐφ' ἑαυτοῦ θεωρῶμεν, οἷον τὴν ἀνθρώπου φύσιν ἢ τὴν ἵππου ἐν οὐδενὶ τῶν ἀτόμων γινομένην, καθ' ἕτερον δέ, ὅταν αὐτὴν δὴ ταύτην τὴν κοινὴν φύσιν ἐν τοῖς ἀτόμοις γινομένην κατίδωμεν καὶ μερικωτάτην ἐν ἑκάστῳ αὐτῶν λαμβάνουσαν ὕπαρξιν, οὐδενὶ ἄλλῳ πλὴν ἐκείνῳ καὶ μόνῳ λοιπὸν ἐφαρμόζουσαν. Τὸ γὰρ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν οὐδενὶ τῶν ἄλλων ἀνθρώπων ἐστὶ κοινὸν οὐδὲ ἡ ἐν τῷδε τῷ ἵππῳ τοῦ ζῴου φύσις ἐν ἄλλῳ τινὶ γένοιτ' ἄν, ὡς ἀρτίως δεδείχαμεν. Ὅτι δὲ ταύτας τὰς ἐννοίας περί τε φύσεων ἔχει καὶ ὑποστάσεων ἡ τῆς ἐκκλησίας διδασκαλία, δῆλον ἐξ ὧν μίαν μὲν φύσιν πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμολογοῦμεν, τρεῖς δὲ τὰς τούτων ὑποστάσεις ἤγουν τὰ πρόσωπα δογματίζομεν, καθ' ἃς ἕκαστον ἰδιότητί τινι ἐκ τῶν λοιπῶν διακρίνεται. Τί γὰρ ἂν εἴη μία φύσις θεότητος ἢ ὁ κοινὸς τῆς θείας φύσεως λόγος αὐτὸς καθ' ἑαυτὸν θεωρούμενος καὶ τῇ ἐπινοίᾳ τῆς ἑκάστης ὑποστάσεως ἰδιότητος κεχωρισμένος; Ὅτι δὲ καὶ ἰδικώτερον πάλιν τὸ τῆς φύσεως γινώσκομεν ὄνομα, τὸν κοινὸν λόγον τῆς φύσεως ἐφ' ἑκάστου τῶν ἀτόμων ἤγουν τῶν ὑποστάσεων ἑκάστης ἴδιον γενόμενον θεωροῦντες καὶ οὐδενὶ λοιπὸν ἑτέρῳ τῶν ὑπὸ τὸ κοινὸν εἶδος ἐφαρμόζειν δυνάμενον, δῆλον πάλιν ἐξ ὧν ἐπὶ Χριστοῦ δύο φύσεων ἕνωσιν, τῆς θείας φημὶ καὶ τῆς ἀνθρωπείας, πρεσβεύομεν. Οὐ γὰρ δὴ τὴν κοινὴν ἐπὶ τῆς ἁγίας τριάδος νοουμένην τῆς θεότητος σεσαρκῶσθαί φαμεν· οὕτω γὰρ ἂν τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος κατηγοροῦμεν τὴν ἐνανθρώπησιν. Ἀλλ' οὐδὲ τὸν κοινὸν τῆς ἀνθρωπίνης φύσεως λόγον ἡνῶσθαι τῷ θεῷ λόγῳ πρεσβεύομεν· οὕτω γὰρ πάλιν καὶ τοῖς πρὸ τῆς τοῦ λόγου ἐπιδημίας γενομένοις ἀνθρώποις καὶ τοῖς μετ' αὐτὴν ἐσομένοις ἅπασιν ἡνῶσθαι ἂν ὁ τοῦ θεοῦ λόγος δικαίως ἐλέγετο. Ἀλλὰ δῆλον, ὅτι φύσιν θεότητος ἐνταῦθά φαμεν τὴν ἐν τῇ ὑποστάσει τοῦ λόγου τῆς κοινῆς θεότητος ἐξιδιασθεῖσαν φύσιν. Ὅθεν καὶ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογοῦμεν, αὐτῷ τῷ προσθεῖναι τοῦ θεοῦ λόγου ἀποκρίναντες αὐτὴν τοῦ τε πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. Ὥστε κἀνταῦθα τὸν κοινὸν τῆς θείας φύσεως λόγον ἴδιον λοιπὸν τοῦ θεοῦ λόγου νενοηκότες σεσαρκῶσθαί φαμεν τοῦ λόγου τὴν φύσιν. Καὶ φύσιν πάλιν ἀνθρωπότητος λέγομεν ἡνῶσθαι τῷ λόγῳ τὴν μερικωτάτην ἐκείνην ὕπαρξιν, ἣν μόνην ἐκ πασῶν ὁ λόγος προσείληφεν. Ὥστε σχεδὸν κατὰ τοῦτο τῆς φύσεως τὸ σημαινόμενον ταυτὸν ἂν εἴη φύσις καὶ ὑπόστασις, πλὴν ὅτι τὸ τῆς ὑποστάσεως ὄνομα συνεπινοουμένας ἔχει καὶ τὰς ἐπιγινομένας παρὰ τὴν κοινὴν φύσιν ἑκάστῳ τῶν ἀτόμων ἰδιότητας, καθ' ἃς ἀλλήλων κεχώρισται. Ἔνθεν τῶν ἡμετέρων πολλοὺς διαφόρως εὑρεῖν ἔστι λέγοντας φύσεων ἤγουν ὑποστάσεων ἕνωσιν γεγονέναι. Εἰ γὰρ ἡ ὑπόστασις, ὡς ἐδείξαμεν, τὴν ἰδικὴν ἑκάστου καὶ ἄτομον σημαίνει ὕπαρξιν. Ἐκ παραλλήλου δὲ τούτοις πολλάκις κέχρηνται τοῖς ὀνόμασι, δῆλον, ὡς καὶ τὴν ἰδικωτάτην φύσιν σημαίνειν ἡμῖν διὰ τούτων ἐθέλουσιν, ἐπεὶ καὶ ἐν τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ καὶ ἐν τῇ χρήσει τῶν τὰ τοιαῦτα πεφυσιολογηκότων ἔθος ἅπασι καὶ τὸν κοινὸν τῆς φύσεως λόγον ἄνθρωπον προσαγορεύειν, ὡς ὅταν λέγωσιν εἶδος εἶναι τοῦ ζῴου τὸν ἄνθρωπον, εἴπερ μηδὲν τῶν ἀτόμων μήτε ἔστιν εἶδος τὸ ὑπὸ τὸ γένος μήτε λέγεται. Ἀλλὰ καὶ ἄνθρωπον ἵππου διαφέρειν λέγομεν, αὐτὰς δηλονότι τὰς καθόλου λέγοντες φύσεις. Καὶ πάλιν Πέτρον ἄνθρωπον εἶναί φαμεν καὶ Παῦλον καὶ Ἰωάννην καὶ γεγονέναι ἄνθρωπον καὶ τεθνάναι, τὸν καθ' ἕκαστα δηλονότι, καὶ τοῦ κοινοῦ λόγου τῆς τοῦ ἀνθρώπου φύσεως ὡσαύτως ἔχοντος. Καὶ τοῦτο δὲ πάλιν εὔλογον προδιαστείλασθαι, ὡς τὸ τοῦ προσώπου καὶ τῆς ὑποστάσεως ὄνομα πολλάκις μὲν τῆς αὐτῆς ἐστι παρ' ἡμῖν σημασίας δηλωτικόν, ὡσεὶ καὶ ξίφος τις τὸ αὐτὸ καλοίη καὶ μάχαιραν. Οὕτω γοῦν ἐπὶ τῆς ἁγίας τριάδος ἀδιαφόρως πρόσωπά τε τρία καὶ ὑποστάσεις τρεῖς προσαγορεύομεν, τῷ ἐκ παραλλήλου τρόπῳ δι' ἑκατέρου ταυτὸν σημαίνοντες. Πολλάκις δὲ τὸ πρόσωπον τῆς ὑποστάσεως διακρίνουσι, πρόσωπον καλοῦντες τήν τινων σχέσιν πρὸς ἄλληλα, οὐκ ἀγνοούσης οὐδὲ τῆς συνήθους χρήσεως τοῦτο τοῦ προσώπου τὸ σημαινόμενον· φαμὲν γὰρ τὸ ἐμὸν ἀνειληφέναι πρόσωπον τὸν δεῖνα, καὶ εἰς πρόσωπον τοῦδε τὴν δίκην εἰσαγαγεῖν τὸν δεῖνα, καὶ τὸν ὕπαρχον δὲ πρόσωπον ἔχειν τοῦ βασιλέως λέγομεν. Ἔνθεν καὶ οἱ τῶν Νεστορίου δογμάτων κατήκοοι οὔτε φύσιν μίαν ἐπὶ Χριστοῦ οὔτε ὑπόστασιν λέγειν ἀνεχόμενοι, ἐπεὶ μήτε τῶν φύσεων μήτε τῶν ὑποστάσεων καθ' αὑτὰς πρεσβεύουσιν ἕνωσιν, ἄνθρωπον δὲ εἶναι τὸν ἐκ Μαρίας ψιλὸν ὑποτίθενται, ὅλην ἐν ἑαυτῷ τὴν θείαν χωρήσαντα ἔλλαμψιν καὶ ταύτῃ τῶν ἄλλων ἁπάντων θεοφόρων ἀνθρώπων διαφέροντα, μερικωτέρας ἐν ἐκείνων ἑκάστῳ τῆς θείας γενομένης ἐλλάμψεως, ὅμως θαρρούντως ἓν εἶναι τοῦ Χριστοῦ τὸ πρόσωπον διισχυρίζονται, τὴν σχέσιν τοῦ θεοῦ λόγου πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον μίαν οὖσαν πρόσωπον ἓν λέγοντες, ἐπεὶ πᾶσαν ἐκεῖνος τὴν θείαν οἰκονομίαν εἰς πρόσωπον ἐποιεῖτο τῆς τοῦ λόγου θεότητος. Ὅθεν δικαίως καὶ τὴν εἰς τὸν ἄνθρωπον ὕβριν εἰς θεὸν ἀναφέρεσθαι, ἐπεὶ καὶ ἡ ἐκ τῶν ὑπηκόων εἰς τὸν ὕπαρχον γινομένη τιμή τε καὶ ὕβρις εἰς αὐτὸν ἀναφέρεται τὸν βασιλέα. Ταύτης γοῦν τῆς σχέσεως καὶ τὴν Χριστός προσηγορίαν κυρίως δηλωτικὴν εἶναί φασιν, ὅθεν καὶ Χριστὸν ἕνα καλεῖν ἀξιοῦσιν, ἐπεὶ καὶ ἡ σχέσις, ὡς εἴρηται, μία, κἂν πλείονα εἴη τὰ ταύτης μετέχοντα. Δῆλον οὖν οἶμαι τοῖς εὐσεβοῦσι περὶ τὴν τοῦ σωτῆρος ἐνανθρώπησιν, ὡς ἓν εἶναι τοῦ Χριστοῦ τὸ πρόσωπον λέγοντες ἡμεῖς οὐχ, ὡς τοῖς Νεστορίου φίλοις ἔδοξεν, ἐπ' αὐτῆς ψιλῆς τῆς σχέσεως τοῦ θεοῦ πρὸς τὸν ἄνθρωπον τὸ τοῦ προσώπου φέρομεν ὄνομα, ἀλλ' ἐκ παραλλήλου τῇ τῆς ὑποστάσεως καὶ τῇ τοῦ προσώπου προσηγορίᾳ χρώμεθα, οὕτω λέγοντες ἓν εἶναι τὸ Χριστοῦ πρόσωπον, ὡς ἀνθρώπου μίαν ὑπόστασιν, Πέτρου τυχὸν ἢ Παύλου. Προδιηγείσθω δὲ ἡμῖν μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὡς εἰ καὶ τὰ μάλιστα μηδὲ τὸν τυχόντα χρόνον χωρὶς τῆς πρὸς τὸν λόγον ἑνώσεως τὸ ἀνθρώπινον ὑπέστη τοῦ Χριστοῦ, ἀλλ' ἅμα τε τὴν ἀρχὴν τῆς εἰς τὸ εἶναι παρόδου καὶ τὴν πρὸς τὸν λόγον ἀνείληφεν ἕνωσιν, ἀλλ' οὐκ ἀνυπόστατον εἶναί φαμεν τὴν φύσιν ἐκείνην, εἴπερ ἰδιοσύστατον εἶχε παρὰ τοὺς λοιποὺς ἀνθρώπους καὶ ἰδιοπερίγραφον τὴν ὕπαρξιν ἰδιώμασί τισι παρὰ τὴν κοινὴν φύσιν τῶν λοιπῶν ἀνθρώπων ἁπάντων διακρινομένην· τοῦτο γὰρ σημαίνειν ἀρτίως τὸ τῆς ὑποστάσεως ἐδείξαμεν ὄνομα. Οὐκοῦν ὡς ἐπὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ φύσιν αὐτῆς καὶ ὑπόστασιν ὁμολογοῦμεν, οὕτω δήπου καὶ ἐπὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ὥσπερ φύσιν, οὕτω καὶ τὴν ἰδικὴν ταύτην ὑπόστασιν ὁμολογεῖν ἀνάγκη, ἵνα μὴ ἀνυπόστατον, ὅπερ εἴρηκα, τὴν φύσιν ἐκείνην λέγειν ἀναγκαζώμεθα· ἓν γὰρ δηλονότι τῶν ὑπὸ τὴν κοινὴν φύσιν τελούντων ἀτόμων τὸ τοῦ σωτῆρος ὑπῆρχεν ἀνθρώπινον. Τούτων οὕτω διευκρινημένων σαφῶς καὶ ὑπὸ πάντων, οἶμαι, συμφωνουμένων, λεγέτωσαν ἡμῖν οἱ δύο εἶναι τὰς τοῦ Χριστοῦ φύσεις, μίαν δὲ τὴν ὑπόστασιν ὑποτιθέμενοι, ἐπειδὴ τῶν ἑνωθέντων ἑκάτερον φύσιν τε ἅμα καὶ ὑπόστασιν ἐξ ἀνάγκης εἶχεν, ὡς ὁ λόγος ἔδειξε, πότερον ὁμοτίμως τῶν τε φύσεων καὶ τῶν ὑποστάσεων ὁμολογοῦσι γεγονέναι τὴν ἕνωσιν, ἢ μᾶλλον ἡνῶσθαι τὰς ὑποστάσεις οἴονται, ἐπεὶ καὶ μία ἐξ ἀμφοῖν ὑπόστασις γέγονεν, ἧττον δὲ τὰς φύσεις, ὅθεν καὶ δύο μετὰ τὴν ἕνωσιν μεμενήκασι. Καὶ μεθ' ἕτερα πάλιν, ἐν οἷς γυμνάζει, ὅτι τὸ μᾶλλον καὶ ἧττον ἡ οὐσία οὐκ ἐπιδέχεται, φησὶ πάλιν ἐν τῷ αὐτῷ κεφαλαίῳ οὕτως· Μίαν μὲν γὰρ φύσιν πλειόνων ὑποστάσεων γεννητικὴν ἐναργὲς οἶμαι τυγχάνειν ἅπασιν. Οὕτω γοῦν μίαν εἶναι φύσιν τῆς θεότητος ὁμολογοῦντες τρεῖς εἶναι τὰς ὑποστάσεις αὐτῆς πρεσβεύομεν. Καὶ ἀνθρώπων δὲ μία ἐστὶν ἡ φύσις τῶν ὑπ' αὐτὴν ὑποστάσεων ἐπ' ἄπειρον σχεδὸν ἐκτεινομένων τῷ πλήθει, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Δύο δὲ φύσεις σῳζούσας κατ' ἀριθμὸν τὴν δυάδα μίαν ἀποτελέσαι ὑπόστασιν ἀδύνατον. Καὶ τοῦτο οὐ μόνον ἐκ τῆς τῶν κατὰ μέρος ἁπάντων ἐπαγωγῆς ἔστι πιστώσασθαι– πῶς γὰρ ἂν εἴη λίθου καὶ ξύλου μία ὑπόστασις, τουτέστιν ἄτομον ἕν, ἢ βοὸς καὶ ἵππου;–, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς τοῦ λόγου ἐνεργείας. Εἰ γὰρ ἐν ταῖς ὑποστάσεσι– ταυτὸν δὲ εἰπεῖν ἐν τοῖς ἀτόμοις– ἑκάστη φύσις λαμβάνει τὴν ὕπαρξιν, ἀνάγκη πᾶσα δύο τῶν φύσεων οὐσῶν δύο τοὐλάχιστον καὶ τὰς ὑποστάσεις εἶναι, ἐν αἷς τὴν ὕπαρξιν αἱ φύσεις ἔλαβον· ἀδύνατον γὰρ φύσιν ὑποστῆναι καθ' αὑτὴν μὴ ἐν ἀτόμῳ τινὶ θεωρουμένην, ἄτομον δὲ ταυτὸν εἶναι καὶ ὑπόστασιν ἀρτίως δεδείχαμεν. Ὥστε, ὅσοι μὲν μὴ μόνον τὴν ὑπόστασιν μίαν, ἀλλὰ καὶ τὴν φύσιν διὰ τὴν ἕνωσιν γεγονέναι φασί, σύμφωνοι καὶ ἑαυτοῖς καὶ τῇ ἀληθείᾳ φαίνονται, ὅσοι δὲ τὴν μὲν ὑπόστασιν μίαν, τὰς δὲ φύσεις δύο φασὶν εἶναι, καὶ ἑαυτοῖς ἀσύμφωνοι καὶ τῇ ἀληθείᾳ πεφήνασιν. Ἀλλ' ἐπειδὴ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, φασίν, ἐν τῷ λόγῳ τὴν ὑπόστασιν ἔσχε καὶ οὐ προϋπέστη τῆς τοῦ λόγου ἑνώσεως, διὰ τοῦτο μίαν φαμὲν εἶναι τὴν τοῦ Χριστοῦ ὑπόστασιν. Πότερον οὖν φαίημεν ἂν καὶ ἡμεῖς ἓν καὶ ταυτὸν ἡγεῖσθαι σημαίνειν τὴν φύσιν καὶ τὴν ὑπόστασιν, ὡς ὀνόματα μόνον εἶναι διάφορα καθ' ἑνὸς σημαινομένου πίπτοντα, ὡς μάχαιρα καὶ ξίφος, ἢ ἕτερον καὶ ἕτερον; Εἰ μὲν οὖν ταυτόν, μιᾶς τῆς ὑποστάσεως οὔσης μίαν εἶναι καὶ τὴν φύσιν ἀνάγκη, ὡς, εἰ τὸ ξίφος ἓν εἴη, καὶ τὴν μάχαιραν μίαν εἶναι ἀνάγκη, ἢ εἰ αἱ φύσεις δύο, καὶ ὑποστάσεις ἐξ ἀνάγκης δύο ἔσονται. Εἰ δὲ ἄλλο μὲν σημαίνει τὸ τῆς φύσεως ὄνομα, ἄλλο δὲ τὸ τῆς ὑποστάσεως, αἴτιον δὲ τοῦ μίαν εἶναι τοῦ Χριστοῦ τὴν ὑπόστασιν ἡγοῦνται τὸ μὴ προϋπάρξαι τὴν τοῦ ἀνθρώπου ὑπόστασιν ἤγουν πρόσωπον τῆς πρὸς τὸν λόγον ἑνώσεως, οὐκοῦν καὶ τοῦ δύο τοῦ Χριστοῦ τὰς φύσεις εἶναι αἴτιον ἂν εἴη τὸ προϋπάρξαι τὴν τοῦ ἀνθρώπου φύσιν τῆς πρὸς τὸν λόγον ἑνώσεως. Ἀλλ' εἰ προϋπέστη ἡ ἑνωθεῖσα τῷ λόγῳ μερικὴ φύσις, ἀνάγκη πᾶσα καὶ τὴν ταύτης προϋποστῆναι ὑπόστασιν. Τούτων γὰρ οὐκ ἐνδέχεται θάτερον εἶναι τοῦ λοιποῦ μὴ ὄντος, τὴν μερικὴν λέγω φύσιν ἄνευ τῆς ἰδίας ὑποστάσεως ἢ τὴν μερικὴν ὑπόστασιν ἄνευ τῆς ἰδίας φύσεως· ἓν γάρ ἐστιν ἄμφω τῷ ὑποκειμένῳ, εἰ καὶ εἰς ταυτὸν πολλάκις συντρέχουσι παρὰ τοῖς χρησαμένοις, ὡς μικρῷ πρόσθεν ἐδείξαμεν. Εἰ τοίνυν ὥσπερ ἡ ὑπόστασις, οὕτω καὶ ἡ φύσις ἡ τῷ λόγῳ ἑνωθεῖσα οὐ προϋπέστη τῆς πρὸς αὐτὸν ἑνώσεως, διόπερ ἄρα μίαν τὴν τοῦ Χριστοῦ ἀξιοῦσιν ὑπόστασιν, διὰ τοῦτο καὶ φύσιν αὐτοῦ μίαν ἀξιούτωσαν εἶναι· μὴ διαφέρουσαι γὰρ κατὰ τὸ ἡνῶσθαι οὐδὲ κατὰ τοῦτο ἂν διαφέροιεν. 84 Ἀφθαρτοδοκῆται, οἱ ἀπὸ Ἰουλιανοῦ τοῦ Ἁλικαρνασέως καὶ Γαϊανοῦ τοῦ Ἀλεξανδρέως, οἱ καὶ Γαϊανῖται λεγόμενοι, ἐν τοῖς ἄλλοις μὲν ἅπασι τοῖς ἐκ Σευήρου συμφερόμενοι, ἐν τούτῳ δὲ διαφερόμενοι, ἐν τῷ τοὺς μὲν διαφορὰν ἐπὶ τῆς ἑνώσεως τοῦ Χριστοῦ τὸ δοκεῖν λέγειν, τούτους δὲ ἄφθαρτον ἐξ αὐτῆς διαπλάσεως τὸ σῶμα τοῦ κυρίου πρεσβεύειν. Καὶ τὰ μὲν πάθη ὑπομεῖναι τὸν κύριον ὁμολογοῦσι, πεῖνάν φημι καὶ δίψαν καὶ κόπον, οὐ τὸν αὐτὸν δὲ τρόπον ἡμῖν ταῦτα αὐτὸν ὑπομεμενηκέναι φασίν· ἡμᾶς γὰρ ἐξ ἀνάγκης φυσικῆς, τὸν δὲ Χριστὸν ἑκουσίως ὑπομεῖναι λέγουσι καὶ τοῖς τῆς φύσεως νόμοις μὴ δουλεῦσαι.

Intertext edge

Open linked passage

Note