Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De haeresibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
86.1
Βαρσανουφῖται, οἱ καὶ Σεμιδαλῖται, σύμφρονες μὲν τῶν Γαϊανιτῶν καὶ τῶν Θεοδοσιανῶν, ἔχουσι δέ τι καὶ πλέον· σεμίδαλιν γὰρ προστιθέασι τοῖς ἀπὸ Διοσκόρου δῆθεν προσκομισθεῖσι καὶ τῷ ἄκρῳ δακτύλῳ ἐφαπτόμενοι γεύονται τοῦ ἀλεύρου καὶ τοῦτ' ἀντὶ μυστηρίου δέχονται προσκομιδὴν καθόλου μὴ ποιούμενοι. Ἐάσαντες γὰρ τάς, ὡς εἴρηται, Διοσκόρου κοινωνίας προστιθέασι τὴν σεμίδαλιν, καθότε δαπανηθείη παρὰ βραχύ, καὶ τοῦτ' αὐτοῖς ἀντὶ κοινωνίας λελόγισται. 87 Ἡϊκέται, οἵτινες ἀσκηταὶ μὲν ὑπάρχουσιν, ὀρθόδοξοι ἐν τοῖς ἄλλοις ἅπασιν ὄντες, συναγόμενοι δὲ ἅμα γυναιξὶν ἀσκητρίαις ἐν μοναστηρίοις ὕμνους τῷ θεῷ προσφέρουσι μετὰ χορείας τινὸς καὶ ὀρχήσεως, μιμούμενοι ὡσανεὶ τὸν χορὸν ἐκείνων ἐπὶ Μωσέως συστάντα ἐπὶ τῇ ἀπωλείᾳ τῶν Αἰγυπτίων τῇ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ γεγονυίᾳ.

Intertext edge

Open linked passage

Note