John of Damascus PG 94-96
De haeresibus
Haer 98.1
Choose a text
More by John of Damascus, Saint
—
Pg Scrape Grc
98.1
Λαμπετιανοί, οἱ ἀπὸ Λαμπετίου τινὸς οὕτω προσαγορευόμενοι, οἵτινες τοῖς βουλομένοις ἐπὶ τὸ αὐτὸ ζῆν καὶ ἐν κοινοβίοις διάγειν ἐπιτρέπουσιν ἑκάστῳ, οἵαν ἐθέλει καὶ δοκιμάζει πολιτείαν, ταύτην μετιέναι καί, ὃ προαιρεῖται σχῆμα, ἀμφιέννυσθαι· οὐ δεῖ γάρ, φησίν, ἠναγκασμένως ποιεῖν τι τὸν χριστιανόν, ὅτι γέγραπται· «Ἑκουσίως θύσω σοι», καὶ πάλιν· «Ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.» Ἐπιτρέπουσι δέ, ὥς φασί τινες, καὶ φυσικοῖς πάθεσι χώραν διδόναι καὶ μὴ ἀνθίστασθαι αὐτοῖς ὡς τῆς φύσεως οὕτως ἀπαιτούσης· καὶ ἕτερά τινα παραπλησίως τῶν ὀνομαζομένων Ἀεριανῶν λέγονται φρονεῖν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).