De natura composita
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Μία φύσις σύνθετος ἐκ διαφόρων φύσεων γίνεται, ὅταν ἑνουμένων φύσεων ἕτερόν τι παρὰ τὰς ἑνωθείσας φύσεις ἀποτελεσθῇ. Καὶ τὸ ἀποτελούμενον οὔτε τοῦτο κυρίως ἔστιν οὔτε λέγεται, οὔτε τοῦτο, ἀλλ' ἕτερον. Οἷον ἀπὸ τῶν τεσσάρων στοιχείων, πυρὸς λέγω καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς, συνίσταται σῶμα ἑνουμένων τῶν τεσσάρων καὶ συγκιρναμένων, καὶ τὸ ἀποτελούμενον σῶμα οὔτε πῦρ ἔστιν οὔτε λέγεται οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ, ἀλλ' ἐκ τούτων ἕτερόν τι παρὰ ταῦτα. Ὁμοίως καὶ ἀπὸ ἵππου καὶ ὄνου γίνεται ἡμίονος, καὶ οὔτε ἵππος ἔστιν οὔτε ὄνος οὔτε λέγεται, ἀλλ' ἕτερόν τι παρὰ ταῦτα. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ θεότητος ὢν καὶ ἀνθρωπότητος καὶ ἐν θεότητί ἐστι καὶ ἀνθρωπότητι καὶ θεὸς ἔστι καὶ λέγεται τέλειος καὶ ἄνθρωπος τέλειος καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅπερ ἐπὶ τῆς συνθέτου φύσεως οὐκ ἔστιν εὑρεῖν· οὐ γὰρ ὅλον τὸ σῶμα πῦρ ἐστιν οὐδὲ ὅλον ἀήρ, ὁμοίως οὔτε γῆ οὔτε ὕδωρ, οὐδὲ ὅλη ἡ ἡμίονος ἵππος ἐστὶν οὐδὲ ὅλη ὄνος οὐδὲ τέλειος ἵππος οὐδὲ τέλειος ὄνος, ὁ δὲ Χριστός, ὡς εἶπον, τέλειός ἐστι θεὸς καὶ τέλειος ἄνθρωπος καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος. Διὸ οὐ μία ἐστὶ σύνθετος φύσις, ἀλλὰ μία ὑπόστασις ἐν δυσὶ φύσεσι γνωριζομένη καὶ δύο φύσεις ἐν μιᾷ συνθέτῳ ὑποστάσει.