De natura composita
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ἐρωτήσωμεν τοίνυν τοὺς αἱρετικούς· Ἐκ δύο φύσεων τὸν Χριστὸν λέγοντες ποίων φύσεων λέγετε; Ἐροῦσιν οὖν· Ἐκ θεότητος καὶ ἀνθρωπότητος. Εἶτα εἴπωμεν· Καὶ πῶς ἐν θεότητι καὶ ἀνθρωπότητι λέγοντες τὸν Χριστὸν οὐ λέγετε αὐτὸν ἐν δυσὶ φύσεσιν; Οὐ γὰρ δύνανται εἰπεῖν, μὴ εἶναι τὸν Χριστὸν ἐν θεότητι καὶ ἀνθρωπότητι. Πάλιν ἐρωτήσωμεν αὐτούς· Μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ ἢ δύο; Καὶ ἐροῦσι· Μία σύνθετος. Εἶτα λέγομεν· Τὸ ἁπλοῦν καὶ τὸ σύνθετον ὁμοούσιόν ἐστι; Καὶ οὐ δύνανται εἰπεῖν, ὅτι ὁμοούσιά εἰσι τὸ ἁπλοῦν καὶ τὸ σύνθετον. Εἶτα λέγομεν· Ἐὰν οὖν συνθέτου φύσεώς ἐστιν ὁ Χριστὸς μιᾶς ἐκ θεότητος καὶ ἀνθρωπότητος, οὐκ ἔστιν ὁμοούσιος τῷ πατρί· ὁ γὰρ πατὴρ οὐκ ἔστι συνθέτου φύσεως ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἀλλ' ἁπλῆς. Ἀλλ' οὐδὲ τῇ μητρὶ ἔσται ὁμοούσιος· οὐδὲ γὰρ ἡ μήτηρ ἐκ θεότητος καὶ ἀνθρωπότητός ἐστι συντεθειμένη. Ἡμεῖς δὲ τὸν Χριστὸν μίαν ὑπόστασιν ἐν δυσὶ φύσεσι λέγοντες, ἐν θεότητι καὶ ἀνθρωπότητι, κατὰ μὲν τὴν θεότητά φαμεν αὐτὸν ὁμοούσιον τῷ πατρί, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ μητρὶ ὁμοούσιον, καὶ οὔτε διαιροῦμεν αὐτὸν μίαν ὑπόστασιν λέγοντες οὔτε συγχέομεν δύο φύσεις ἡνωμένας ὁμολογοῦντες. Καὶ πάλιν λέγομεν οὕτως· Εἰ μία φύσις τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς σαρκὸς αὐτοῦ, μία δὲ φύσις τοῦ πατρὸς καὶ τοῦ Χριστοῦ, μία φύσις ἔσται τοῦ πατρὸς καὶ τῆς σαρκός. Καὶ πάλιν· Πῶς ὁμολογεῖτε τὴν τῶν φύσεων διαφοράν; Ἡ γὰρ διαφορὰ τοὐλάχιστον δύο εἰσάγει τὰ διαφέροντα, ἢ φύσεις ἢ ὑποστάσεις, ἢ μίαν ὑπόστασιν ἀλλοιουμένην καὶ μεταβαλλομένην κατὰ τὸ χωριστὸν συμβεβηκός. Ὅτι μὲν οὖν οὐχ ὑποστάσεων διαφορὰν λέγετε, δῆλον ἐπὶ Χριστοῦ. Ὅτι δὲ οὐδὲ περὶ τοῦ χωριστοῦ συμβεβηκότος, καὶ τοῦτο δῆλον· οὐ γὰρ ποτὲ μὲν λέγετε αὐτὸν ἀθάνατον, ποτὲ δὲ θνητὸν ἐξ ἀθανασίας τραπέντα εἰς θνητότητα, ὥσπερ ἡμεῖς ἐκ νόσου εἰς ὑγείαν. Λείπεται οὖν τῶν φύσεων λέγειν ὑμᾶς τὴν διαφοράν, ὡς καὶ ὁμολογεῖτε, καὶ τὴν τῶν φύσεων διαφορὰν ὁμολογοῦντας πρῶτον τὰς φύσεις ὁμολογεῖν, ὧν ἐστιν ἡ διαφορά· τῶν γὰρ οὐσιῶν μὴ οὐσῶν οὐδὲ αἱ οὐσιώδεις ἔσονται διαφοραί. Εἰ δὲ μία φύσις ἐστὶν ὥσπερ καὶ μία ὑπόστασις ἐπὶ Χριστοῦ. διὰ τί φύσεων διαφορὰν λέγοντες οὐ λέγετε καὶ ὑποστάσεων διαφορὰν ἐπ' αὐτοῦ; Διὰ τί δὲ ἐκ φύσεων λέγοντες δύο τὸν Χριστὸν οὔ φατε αὐτὸν καὶ ἐκ δύο ὑποστάσεων; Εἰ μιᾶς συνθέτου φύσεώς ἐστιν ὁ Χριστός, οὐκ ἔστιν ὁμοούσιος τῷ πατρί· ἁπλῆς γὰρ φύσεως ὁ πατήρ. Τὸ δὲ ἁπλοῦν καὶ σύνθετον οὐχ ὁμοούσια. Εἰ κατὰ τὴν αὐτὴν οὐσίαν ὁμοούσιός ἐστι τῷ πατρὶ καὶ ὁμοούσιος ἡμῖν ὁ Χριστός, μιᾶς οὐσίας ἔσται ὁ πατὴρ καὶ ἡμεῖς. Εἰ ὁμοφυὴς ὁ Χριστὸς τῷ πατρὶ καὶ ὁμοούσιος ἁπλῆς ὄντι φύσεως, ἔχει δὲ καὶ σύνθετον φύσιν ὁ Χριστός, δύο ἕξει φύσεις, μίαν ἁπλῆν καὶ μίαν σύνθετον. Εἰ ταὐτὸν φύσις καὶ ὑπόστασις καθ' ὑμᾶς, ἢ τριῶν οὐσῶν ὑποστάσεων τῆς ἁγίας θεότητος τρεῖς ἔσονται αὐτῆς καὶ φύσεις ἢ μιᾶς οὔσης φύσεως μία ἔσται καὶ ἡ ὑπόστασις. Εἰ ἑτέραν τὴν κοινὴν φύσιν φατὲ καὶ ἑτέραν τὴν ἐν ἀτόμῳ θεωρουμένην, ἣν καὶ μερικὴν ὀνομάζετε, οὐ μόνον τὸν Χριστόν, ἀλλὰ καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον δύο ἔχειν φύσεις ὁμολογεῖν ἀναγκασθήσεσθε, μίαν κοινὴν καὶ μίαν σύνθετον. Εἰ ἄκτιστος καὶ ἄναρχος ἡ θεότης, κτιστὴ δὲ καὶ ἠργμένη ἡ ἀνθρωπότης, πῶς τὸ ἄναρχον καὶ τὸ ἠργμένον μιᾶς ἔσται φύσεως;