Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De natura composita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Ἐπειδὴ δὲ προφέρουσιν ἡμῖν τὴν τοῦ ἁγίου Ἀθανασίου καὶ Κυρίλλου τοῦ ἁγιωτάτου χρῆσιν τὴν λέγουσαν «μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην», φαμέν, ὅτι ἴσον ἐστὶ τούτῳ καὶ τὸ τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ῥητὸν τὸ φάσκον· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη.» Ὥσπερ γὰρ τὸ πυρούμενον οὐ μεταβολὴν δηλοῖ τοῦ πυρουμένου, ἀλλ' ἕνωσιν τὴν πρὸς τὸ πῦρ, οὕτω καὶ ἡ θέωσις ἕνωσιν δηλοῖ πρὸς θεότητα καὶ ἡ σάρκω σις ἕνωσιν πρὸς σάρκα. Μίαν οὖν φύσιν τοῦ θεοῦ λόγου γινώσκομεν, τουτέστι τῆς θεότητος αὐτοῦ σεσαρκωμένην, τουτέστιν ἡνωμένην σαρκί, καὶ μίαν φύσιν τῆς σαρκὸς τοῦ λόγου τεθεωμένην, τουτέστι ἡνωμένην θεότητι. Ὥστε δύο εἰσὶ φύσεις ἡνωμέναι ἀλλήλαις. Εἰ μὲν γὰρ εἶπε μίαν φύσιν τοῦ θεοῦ λόγου καὶ σεσαρκωμένου, ἀναντιρρήτως μίαν ἐδήλου φύσιν τὸ συναμφότερον. Εἰπὼν δὲ «μίαν τοῦ λόγου φύσιν» καὶ προσθεὶς τὸ «σεσαρκωμένην», διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην» ἐδήλωσε τῆς σαρκὸς τὴν οὐσίαν, καθὼς καὶ αὐτὸς ἑαυτὸν ἑρμηνεύων ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ φησιν· «Εἰ μὲν γὰρ εἰπόντες «μίαν φύσιν τοῦ θεοῦ λόγου» σεσιγήκαμεν μὴ ἐπενεγκόντες τὸ «σεσαρκωμένην», ἦν αὐτοῖς ἄρα καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι; Ἐπειδὴ δὲ διὰ τοῦ «σεσαρκωμένην» εἰσηνέχθη τῆς σαρκὸς ἡ δήλωσις, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες.» Ἰδοὺ σαφῶς ἀνεῖλε τὸ «μίαν φύσιν» λέγειν τὸ ὅλον, τουτέστι τὸ συναμφότερον· καὶ διὰ τοῦ «σεσαρκωμένην» ἔφησεν εἰσενηνέχθαι τῆς σαρκὸς τὴν δήλωσιν. Ἔχομεν οὖν «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου», καὶ διὰ τοῦ «σεσαρκωμένην» ἔχομεν τὴν σάρκα· ἡ δὲ σὰρξ οὐκ ἀνούσιος. Ἡ φύσις οὖν τοῦ λόγου καὶ ἡ ἐνούσιος σὰρξ δύο οὐσίαι ἔσονται.

Intertext edge

Open linked passage

Note