De natura composita
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Διὰ τί δὲ φύσιν θεότητος καὶ φύσιν σαρκὸς ἐπὶ Χριστοῦ ὁμολογοῦντες καὶ ἄλλο καὶ ἄλλο λέγοντες δύο φύσεις οὐ λέγετε, ἐκεῖ φοβούμενοι φόβον, οὗ οὐκ ἔστι φόβος; Καί φασιν, ὅτι ὁ ἀριθμὸς ἀρχή ἐστι διαιρέσεως, καὶ τὴν διαίρεσιν φεύγοντες οὔ φαμεν δύο τοῦ Χριστοῦ τὰς φύσεις. Πρὸς οὓς λέγομεν, ὅτι πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ἀριθμουμένων ἐστὶ σημαντικός, οὐ τῆς σχέσεως· τρεῖς γὰρ ἀνθρώπους λέγοντες οὐ τρεῖς φύσεις διῃρημένας σημαίνομεν, καὶ τρεῖς ὑποστάσεις ἐπὶ τῆς θεότητος λέγοντες οὐ διῃρημένας ταύτας ὁμολογοῦμεν. Οὕτω καὶ δύο φύσεις ἐπὶ Χριστοῦ φάσκοντες καὶ τὸν ἀριθμὸν σημαίνοντες οὐ προσιέμεθα τὴν διαίρεσιν· ὥσπερ γὰρ ἐπὶ τῆς ἁγίας τριάδος αἱ τρεῖς ὑποστάσεις ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως ἥνωνται– ἀδιαιρέτως μὲν διά τε τὸ μοναδικὸν τῆς φύσεως καὶ τὴν ἐν ἀλλήλαις ἀσύγχυτον περιχώρησιν, ἀσυγχύτως δὲ διὰ τὴν ὑποστατικὴν διαφορὰν ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον, τὸ ἀγέννητόν φημι καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν– καὶ ὁ ἀριθμὸς τῶν ὑποστάσεων οὐκ εἰσάγει διαίρεσιν, οὕτω καὶ ἐπὶ τῆς τοῦ θεοῦ λόγου σαρκώσεως αἱ δύο φύσεις ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως ἥνωνται– ἀδιαιρέτως μὲν διά τε τὸ μοναδικὸν τῆς ὑποστάσεως καὶ τὴν ἐν ἀλλήλαις τῶν φύσεων ἀσύγχυτον περιχώρησιν, ἀσυγχύτως δὲ διὰ τὴν οὐσιώδη διαφοράν, τὸ κτιστὸν λέγω καὶ τὸ ἄκτιστον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον καὶ τὰ τοιαῦτα– καὶ ὁ ἀριθμὸς τῶν φύσεων οὐκ εἰσάγει διαίρεσιν.