Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De natura composita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Ἐπειδὴ δὲ ἀπορεῖν δοκοῦσιν ἡμῖν ἀβέβαια λαλοῦντες, ὅτι, εἰ οὐκ ἔστιν οὐσία ἀνυπόστατος οὐδὲ φύσις ἀπρόσωπος, δύο οὐσίας καὶ φύσεις ἐπὶ Χριστοῦ λέγοντες ἐξ ἀνάγκης δύο ἐρεῖτε ὑποστάσεις καὶ πρόσωπα, φαμέν, ὅτι οὐσία μὲν ἀνυπόστατος οὐκ ἔστιν οὐδὲ φύσις ἀπρόσωπος– ἐν γὰρ ταῖς ὑποστάσεσί τε καὶ προσώποις ἡ οὐσία καὶ ἡ φύσις θεωρεῖται–, οὐ μὴν δὲ ἡ οὐσία ὑπόστασίς ἐστιν οὐδὲ ἡ φύσις πρόσωπον. Εἰ γὰρ ἡ οὐσία ὑπόστασίς ἐστι καὶ ἡ φύσις πρόσωπον, ἀνάγκη ἐπὶ μὲν τῆς ἁγίας θεότητος ἢ μίαν λέγοντας οὐσίαν καὶ φύσιν μίαν ὁμολογεῖν ὑπόστασιν καὶ ἓν πρόσωπον ἢ τρεῖς ὑποστάσεις ὁμολογοῦντας καὶ πρόσωπα τρεῖς συνομολογεῖν οὐσίας καὶ φύσεις, ὁμοίως καὶ ἐπὶ τῆς ἀνθρωπότητος ἢ μίαν φύσιν καὶ μίαν ὑπόστασιν ὁμολογεῖν ἢ ἀπείρους λέγειν οὐσίας ὥσπερ καὶ τὰς ὑποστάσεις, ἀλλὰ καὶ ἐκ δύο φύσεων λέγοντας τὸν Χριστὸν ἐκ δύο αὐτὸν ὁμολογεῖν ὑποστάσεων.

Intertext edge

Open linked passage

Note