De natura composita
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Ἔτι φασίν, ὅτι οἱ ἅγιοι πατέρες τῷ ὑποδείγματι τοῦ ἀνθρώπου ἐχρήσαντο ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· μία δὲ φύσις τῶν ἀνθρώπων ἐστί, μία τοίνυν καὶ τοῦ Χριστοῦ ἔσται φύσις. Ἀκουσάτωσαν τοίνυν· Τὸ τῆς φύσεως ὄνομα τάττεται καὶ ἐπὶ τοῦ εἴδους. Πάντες μὲν οὖν οἱ ἄνθρωποι λέγονται μιᾶς φύσεως εἶναι ὡς ὑφ' ἓν εἶδος ταττόμενοι, τὸ τῆς ἀνθρωπότητος. Οὐ μιᾶς δὲ φύσεως ὁ ἄνθρωπος ἐκ ψυχῆς ὢν καὶ τοῦ σώματος· οὐ γὰρ ἡ ἀσώματος καὶ ἀόρατος ψυχὴ τῷ ὁρατῷ σώματι ὁμοούσιος. Ὅταν μὲν οὖν ἄνθρωπος πρὸς ἄνθρωπον συγκρίνηται, ὁμοούσιοι λέγονται ὡς ὑφ' ἓν εἶδος τελοῦντες καὶ ὡς ἅπαντες ἐκ ψυχῆς συντεθειμένοι καὶ σώματος καὶ ὡς ἅπαντες δύο φέροντες φύσεις· ὅταν δὲ φυσιολογῆται ὁ ἄνθρωπος, δύο φύσεις ἐπ' αὐτοῦ θεωροῦνται, ψυχῆς λέγω καὶ σώματος, ἐν μιᾷ συντεθειμέναι ὑποστάσει. Ἐν γὰρ τῇ συγκρίσει τῆς ψυχῆς πρὸς τὸ σῶμα τίς οὕτως ἀνόητος, ὡς μίαν ἀμφοτέρων φύσιν εἰπεῖν; Ἐπὶ δὲ Χριστοῦ εἶδος οὐκ ἔστιν· οὐ γὰρ πολλοὶ Χριστοὶ ἐκ θεότητος συντεθειμένοι καὶ ἀνθρωπότητος, ἵνα πάντες ὑπὸ τὸ αὐτὸ εἶδος ταττόμενοι μιᾶς λεχθῶσι φύσεως, ἀλλ' εἷς ἐστι Χριστὸς ἐκ δύο καὶ ἐν δυσὶ γνωριζόμενος φύσεσι. Φησὶ γὰρ ὁ θεολόγος Γρηγόριος· «Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ δὲ οὐ δύο.»