De virtutibus et vitiis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
95.88.1
στάσις παννύχιος, κάμψις γονάτων
95.88.2
ἐγκράτεια, νηστεία, δίψα, ἀγρυπνία,
95.88.3
συνεχὴς, ἀλουσία, μονοχιτωνία, ξηροφαγία, βραδυφαγία, βραχυφαγία, ὑδροποσία,
95.88.4
χαμευνία, πτωχεία, ἀκτημοσύνη τὸ αὐχμηρὸν, τὸ ἀκαλλώπιστον, τὸ ἀφίλαυτον,
95.88.5
μεμονωμένον, τὸ ἥσυχον, τὸ ἀπρόϊτον, τὸ ἐνδεὲς, τὸ αὐταρκὲς, τὸ σιωπηλὸν, τὸ ταῖς
95.88.6
οἰκείαις χερσὶν ἐργόχειρον μετέρχεσθαι, καὶ πᾶσα κακοπάθεια, καὶ ἄσκησις σωματική·
95.88.7
ἅπερ ἅπαντα, τοῦ σώματος ῥωστοῦντος, καὶ ὑπὸ τῶν σαρκικῶν παθῶν ὀχλουμένου,
95.88.8
ἀναγκαιότατα καὶ ὠφελιμώτατα· ἀσθενοῦντος δὲ,
95.88.9
καὶ Θεοῦ βοηθείᾳ τούτων
95.88.10
περιγενομένου, οὐ τοσοῦτον ἀναγκαῖά εἰσιν, ὡς τῆς ἁγίας ταπεινώσεως, καὶ εὐχῆς τὰ
95.88.11
πάντα ἀναπληρούσης.
95.88.12
Ὀφείλομεν οὖν εἰπεῖν, καὶ περὶ τῶν ψυχικῶν καὶ σωματικῶν, ἤγουν παθῶν·
95.88.13
καὶ ψυχικὰ μέν εἰσι πάθη ταῦτα, λήθη, ῥᾳθυμία, καὶ ἄγνοια· ὑφ' ὧν δηλαδὴ τῶν παθῶν
95.88.14
τούτων ὁ ὀφθαλμὸς τῆς ψυχῆς, ἤτοι ὁ νοῦς, σκοτιζόμενος, κυριεύεται ὑπὸ πάντων τῶν
95.88.15
παθῶν, ἅτινά εἰσι ταῦτα, ἀσέβεια, κακοδοξία, ἤγουν πᾶσα αἵρεσις, βλασφημία, θυμὸς,
95.88.16
ὀργὴ, πικρία, ὀξυχολία, μισανθρωπία, μνησικακία, καταλαλία, κατάκρισις, λύπη ἄλογος,
95.88.17
φόβος, δειλία, ἔρις, ζῆλος, φθόνος, κενοδοξία, ὑπερηφανία, ὑπόκρισις, ψεῦδος,
95.88.18
ἀπιστία, πλεονεξία, φιλοϋλία, προσπάθεια, σχέσις γηΐνων, ἀκηδία, μικροψυχία,
95.88.19
ἀχαριστία, γογγυσμὸς, τύφος, οἴησις, σοβαρότης, ἀλαζονεία, φιλαρχία,
95.88.20
ἀνθρωπαρέσκεια, δολιότης, ἀναίδεια, ἀναισθησία, κολακεία, ὑπουλότης, εἰρωνεία,
95.88.21
διψυχία, αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων ἐκ τοῦ παθητικοῦ μέρους, καὶ ἡ συνεχὴς
95.88.22
τούτων μελέτη, πλάνη λογισμῶν, φιλαυτία ἡ τῶν κακῶν γεννήτρια, καὶ ἡ ῥίζα πάντων
95.88.23
τῶν κακῶν φιλαργυρία, κακοήθειά τε καὶ πονηρία. Σωματικὰ δὲ πάθη· γαστριμαργία,
95.88.24
λαιμαργία, τρυφὴ, μέθη, λαθροφαγία, φιληδονία ποικίλη, πορνεία, μοιχεία, ἀσέλγεια,
95.88.25
ἀκαθαρσία, αἱμομιξία, παιδοφθορία, κτηνοβατία, ἐπιθυμίαι κακαὶ, καὶ πάντα τὰ παρὰ
95.88.26
φύσιν καὶ αἰσχρὰ πάθη, κλεψία, ἱεροσυλία, λῃστεία, φόνος, σωματικὴ ἄνεσις καὶ
95.88.27
ἀπόλαυσις τῶν θελημάτων τῆς σαρκὸς, ὑγιαίνοντος μᾶλλον τοῦ σώματος, μαντεῖαι,
95.88.28
μαγεῖαι, γοητεῖαι, οἰωνισμοὶ, κληδονισμοὶ, φιλοκοσμίαι, περπερεῖαι, βλακεῖαι,
95.88.29
καλλωπισμοὶ, ἐπιτρίμματα προσώπων, ἡ κατάκριτος ἀργεία, μετεωρισμοὶ, κυβεῖαι, ἡ
95.88.30
ἐμπαθὴς τῶν τοῦ κόσμου ἡδέων παράχρησις, ἡ φιλοσώματος ζωὴ, ἥ τις παχύνουσα τὸν
95.88.31
νοῦν, γεώδη καὶ κτηνώδη τοῦτον ἀποτελεῖ, καὶ οὐδέποτε πρὸς Θεὸν, καὶ τὴν τῶν
95.88.32
ἀρετῶν ἐργασίαν ἀνανεοῦσθαι ἐᾷ. Ῥίζαι δὲ πάντων τῶν παθῶν, καὶ, ὡς ἂν εἴποι τις
95.88.33
προπέτειαι, φιληδονία, φιλοδοξία, φιλαργυρία, ἀφ' ὧν ἀποτίκτεται πᾶν κακόν. Οὐχ
95.88.34
ἁμαρτάνει δὲ ὁ ἄνθρωπος οὐδεμίαν ἁμαρτίαν, εἰ μὴ πρότερον οἱ κραταιοὶ οὗτοι
95.88.35
γίγαντες, καθώς φησιν ὁ ἐν ἀσκηταῖς σοφώτατος, Μάρκος περιγένωνται καὶ
95.88.36
κατακυριεύσωσιν αὐτοῦ· ἤτοι λήθη, ῥᾳθυμία, καὶ ἄγνοια· ταύτας δὲ ἀποτίκτει ἡδονὴ καὶ
95.88.37
ἄνεσις, τὸ ἀγαπᾷν τὴν δόξαν τῶν ἀνθρώπων, καὶ τὸν περισπασμόν· πρωταίτιος δὲ
95.88.38
τούτων ἁπάντων, καὶ οἷα μήτηρ κακίστη, ὡς προείρηται, ἡ φιλαυτία, ἤγουν ἄλογος
95.88.39
φιλία τοῦ σώματος καὶ ἐμπαθὴς προσπάθεια· διάχυσις γὰρ καὶ ἔκλυσις νοὸς μετὰ
95.88.40
εὐτραπελίας καὶ αἰσχρολογίας, πολλῶν κακῶν καὶ πτωμάτων πρόξενοι, ὡς ἡ παῤῥησία,
95.88.41
καὶ ὁ γέλως. Πρὸς τούτοις δὲ πᾶσι χρὴ γινώσκειν, ὡς ποικίλη τίς ἐστι καὶ πολύτροπος
95.88.42
ἡ ἐμπαθὴς φιληδονία, καὶ πολλαὶ αἱ ἀπατῶσαι τὴν ψυχὴν ἡδοναὶ, ὅταν μὴ νήφουσα
95.88.43
πρὸς Θεὸν, αἴρεται τῷ θείῳ φόβῳ, καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ, τῆς τῶν ἀρετῶν ἐργασίας
95.88.44
ἐπιμελουμένη. Μυρίαι γὰρ φέρονται ἡδοναὶ πρὸς ἑαυτὰς ἕλκουσαι τοὺς τῆς ψυχῆς
95.88.45
ὀφθαλμούς· αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς δόξης, αἱ τῆς
95.88.46
ῥᾳθυμίας, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαργυρίας, αἱ τῆς πλεονεξίας· καὶ
95.88.47
φαίνονται ἐν ἀπάτῃ λαμπρὰς ἔχουσαι τὰς ὄψεις, καὶ εὐαρέστους· ἱκαναὶ ἐπισπάσασθαι
95.88.48
τοὺς περὶ ταῦτα ἐπτοημένους, καὶ μὴ σφόδρα τῆς ἀρετῆς ἐρῶντας, καὶ τὴν ταύτης
95.88.49
ὑπομένοντας σκληρότητα. Καὶ πᾶσα γὰρ σχέσις γηΐνη, καὶ ἡ πρός τι τῶν ὑλικῶν
95.88.50
προσπάθεια, ἡδονὴν καὶ τέρψιν ποιεῖ τῷ προσπαθητικῷ, καὶ ἀνόνητον καὶ βλαβεράν.
95.88.51
Τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἐμπαθὲς ἐν τούτῳ δεικνύει, ὡς τούτου ἕνεκεν, θυμῷ
95.88.52
καὶ ὀργῇ, λύπῃ τε καὶ μνησικακίᾳ, τῇ τοῦ ποθουμένου ἀποστερήσει τὸν ἡττώμενον
95.88.53
καθυποβάλλεσθαι. Εἰ δὲ μετὰ τῆς προσπαθείας καὶ μικρὰ ἐπικρατήσει συνήθεια,
95.88.54
ἀναισθήτως φάναι, καὶ ἀνιάτως ἄχρι τέλους τῆς ἀλόγου προσπαθείας ἔχεσθαι, διὰ τῆς
95.88.55
ἐνταῦθα κεκρυμμένης ἡδονῆς τὸν ἁλόντα παρασκευάζει. Πολυσχεδὴς γάρ ἐστιν ἡ τῆς
95.88.56
ἐπιθυμίας ἡδονὴ, ὡς προείρηται· καὶ οὐ μόνον τῇ πορνείᾳ, καὶ τῇ ἄλλῃ σωματικῇ
95.88.57
ἀπολαύσει ἀποπληροῦται, ἀλλὰ καὶ τοῖς λοιποῖς πάθεσιν. Ἐπεὶ τὸ σωφρονεῖν οὐ τοῦτο
95.88.58
μόνον ἐστὶ, τὸ πορνείας ἀπέχεσθαι, καὶ τῶν ὑπογαστρίων ἡδονῶν, ἀλλὰ καὶ ἀπὸ τῶν
95.88.59
λοιπῶν ἡδονῶν ἐκτὸς εἶναι. Ἔνθεν καὶ ὁ φιλοχρηματίας καὶ ὁ φιλαργυρίας, καὶ ὁ
95.88.60
πλεονεξίας ἐρῶν, ἀκόλαστος· ὥσπερ γὰρ ἐκεῖνος σώματος ἐρᾷ, οὕτω καὶ οὗτος
95.88.61
χρημάτων. Μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν ἐκ τῆς φύ