Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialectica Recensio brevior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1.1
Περὶ τοῦ φύσει προτέρου. Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφέρον καὶ μὴ συνεισφερόμενον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσει πρότερόν ἐστι τοῦ ἀνθρώπου. Ἀναιρουμένου γὰρ καὶ μὴ ὄντος ζῴου ἐξ ἀνάγκης οὐδὲ ἄνθρωπος ἔσται· ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ ἀναιρουμένου καὶ μὴ ὄντος δυνατὸν εἶναι ζῷον· ἔσται γὰρ ἵππος, κύων καὶ τὰ τοιαῦτα, ἅτινα ζῷά εἰσι. Πάλιν εἰσφερομένου ἀνθρώπου πάντως καὶ ζῷον εἰσφέρεται· ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ζῴου δὲ εἰσφερομένου οὐ πάντως, ὅτι συνεισφέρεται ἄνθρωπος ἀλλ' ἵππος ἢ κύων ἤ τι τῶν τοιούτων· ζῷα γάρ εἰσι καὶ αὐτά. Οὔτε οὖν ὁ Πέτρος ἐστὶ φύσει πρότερος τοῦ Παύλου οὔτε τὸ λογικὸν ζῷον τοῦ ἀλόγου ζῴου. Πέτρου γὰρ ἀναιρουμένου καὶ μὴ ὄντος ἔσται Παῦλος· καὶ Παύλου εἰσφερομένου οὐ συνεισφέρεται Πέτρος, τοῦ δὲ Πέτρου συνεισφερομένου οὐ συνεισφέρεται Παῦλος, καὶ οὔτε Πέτρος ἐστὶ μᾶλλον ἤγουν πλέον τοῦ Παύλου ἄνθρωπος οὔτε Παῦλος τοῦ Πέτρου. Εὑρίσκεται δὲ φάρμακον ὑγιεινότερον φαρμάκου καὶ βιβλίον ἰατρικώτερον βιβλίου ἄλλου.

Intertext edge

Open linked passage

Note