Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialectica Recensio brevior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1.1
Περὶ ὁμωνύμων. Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ τὸν χερσαῖον καὶ τὸν θαλάσσιον κύνα· ἕτερον δὲ ὁρισμὸν ἔχει ὁ χερσαῖος καὶ ἕτερον ὁ θαλάσσιος, ἐπειδὴ καὶ ἑτέρα φύσις καὶ ἑτέρα. Ὑπογράφουσι δὲ τὰ ὁμώνυμα οὕτως· Ὁμώνυμά εἰσιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. Λόγον ἐνταῦθα τὸν ὁρισμὸν εἶπε καὶ τὴν ὑπογραφήν· κατὰ τοὔνομα δὲ εἶπε δηλῶν ἕτερον εἶναι τὸν ὁρισμὸν αὐτοῦ τοῦ ὀνόματος, καθ' ὃν γίνονται ὁμώνυμα. Οἷον ὁ χερσαῖος καὶ ὁ θαλάσσιος κύων κατὰ τὸ ὄνομα τοῦ κυνός εἰσιν ὁμώνυμοι· εἰ γὰρ θελήσει τις τὸν ὁρισμὸν τοῦ χερσαίου κυνὸς ἀποδοῦναι καὶ τοῦ θαλασσίου, καθ' ὃ κύων καλεῖται ἑκάτερος αὐτῶν, ἄλλον ὁρισμὸν ἀποδίδωσι τῷ χερσαίῳ καὶ τῷ θαλασσίῳ ἕτερον. Ἐνδέχεται δὲ αὐτοὺς καὶ κοινωνεῖν τῷ ὁρισμῷ πάλιν καὶ τῷ ὀνόματι· ζῷα γὰρ λέγονται ἀμφότερα καὶ τὸν ὁρισμὸν τοῦ ζῴου δέχονται, ἀλλ' οὔκ εἰσι κατὰ τὸ ὄνομα τοῦ ζῴου ὁμώνυμοι ἀλλὰ μᾶλλον συνώνυμοι. Ἐπὶ δὲ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν· εἰ ἔστι τῶν ὁμωνύμων καὶ κατὰ πόσων σημαινομένων φέρεται καὶ περὶ ποίου σημαινομένου ἡ ἐρώτησις γέγονεν.

Intertext edge

Open linked passage

Note