Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.1
Περὶ πολυωνύμων. Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασιν οἷον φάσγανον, ἄορ, σπάθη, μάχαιρα, ξίφος· πάντα γὰρ ταῦτα τὰ ὀνόματα ἕνα ὅρον ἐπιδέχονται, ἤγουν σίδηρος ἀμφήκης τουτέστιν σίδηρος ἀμφοτέρωθεν ἠκονημένος. Ὑπογράφουσι δὲ τὰ πολυώνυμα οὕτω· Πλεῖστα ὀνόματα καθ' ἑνὸς κυρίου λεγόμενα.