Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1.1
Περὶ ἑτέρων καὶ ἑτερωνύμων. Τὰ δὲ κατ' ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις καὶ κατάβασις, ἔχουσι γὰρ ἓν ὑποκείμενον, τὴν κλίμακα, ἢ οὐκ ἔχουσιν ἓν ὑποκείμενον καὶ λέγονται ἕτερα ὡς οὐσία καὶ συμβεβηκός· ταῦτα γὰρ καὶ ἕτερον ὄνομα ἔχουσι καὶ ἑτέραν ὑπογραφὴν καὶ οὐδὲ ἔχουσιν ἓν ὑποκείμενον. Τούτων δὲ ἀμφοτέρων, τῶν τε ἑτερωνύμων καὶ τῶν ἑτέρων, ὑπογραφὴ αὕτη· Ὧν τό τε ὄνομα καὶ ὁ ὅρος ἕτερος.