Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialectica Recensio brevior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Περὶ τοῦ ἔν τινι. Τὸ ἔν τινι ἑνδεκαχῶς· αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου· βʹ ὡς εἶδος ἐν γένει ὡς ἄνθρωπος ἐν τῇ διαιρέσει τοῦ ζῴου· γʹ ἐν τόπῳ ὡς ἱερεὺς ἐν τῷ ναῷ· δʹ ἐν χρόνῳ ὡς Νῶε ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ· εʹ ἐν ἀγγείῳ ὡς οἶνος ἐν κρατῆρι· ϛʹ ὡς ὅλον ἐν μέρεσιν ὡς Σωκράτης ἐν τοῖς οἰκείοις μέλεσι κεφαλῇ τε καὶ χερσὶ καὶ ποσί· τοῦτο δὲ οὐκ ἔστιν ἔν τινι ἀλλ' ἔν τισιν· ζʹ ὡς μέρος ἐν ὅλῳ ὡς κεφαλή, χεὶρ ἐν Σωκράτει· ηʹ ὡς εἶδος ἐν ὕλῃ ὡς τὸ εἶδος τοῦ ἀνδριάντος ἐν τῷ χαλκῷ· θʹ ὡς ἐν τῷ ποιητικῷ αἰτίῳ ὡς τὰ πάντα ἐν τῷ θεῷ· ιʹ ὡς ἐν τῷ τελικῷ αἰτίῳ ὡς ἡ κλίνη ἐν τῇ τῶν ἀνθρώπων ἀναπαύσει· διὰ τὴν ἀνάπαυσιν γὰρ τῶν ἀνθρώπων γίνεται κλίνη· ιαʹ ὡς ἐν ὑποκειμένῳ ὡς λευκὸν ἐν σώματι. Ἰστέον, ὅτι μέρη ὅλου λέγονται, ὅλον δὲ μερῶν οὐδαμῶς, ἀλλ' ὅλον ἐν μέρεσι.

Intertext edge

Open linked passage

Note