Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1.1
Περὶ οὐσίας. Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν· καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι ἤγουν τὸ μὴ δι' ἄλλο ὂν μηδὲ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μηδὲ δεόμενον ἑτέρου πρὸς σύστασιν, ἀλλ' ἐν αὑτῷ ὄν, ἐν ᾧ καὶ τὸ συμβεβηκὸς ἔχει τὴν ὕπαρξιν· τὸ γὰρ χρῶμα διὰ τὸ σῶμα γέγονεν, ἵνα χρῴζῃ αὐτό, καὶ οὐ τὸ σῶμα διὰ τὸ χρῶμα. Καὶ τὸ χρῶμα ἐν τῷ σώματι ὑπάρχει καὶ οὐ τὸ σῶμα ἐν τῷ χρώματι· ὅθεν καὶ τὸ χρῶμα τοῦ σώματος λέγεται καὶ οὐ τὸ σῶμα τοῦ χρώματος. Πολλάκις τοιγαροῦν ἀλλασσομένου τοῦ χρώματος καὶ μεταβαλλομένου ἡ οὐσία οὐ μεταβάλλεται ἤγουν τὸ σῶμα, ἀλλὰ μένει τὸ αὐτό. Λέγεται δὲ οὐσία παρὰ τὸ εἶναι. 24 Περὶ φύσεως. Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν· οὐ γὰρ κινεῖται ἀπὸ τόπου εἰς τόπον. Ἡ οὖν ἀρχὴ καὶ ἡ αἰτία τῆς κινήσεώς τε καὶ τῆς ἠρεμίας αὐτῆς, καθ' ἣν πέφυκεν οὕτω κινεῖσθαι καὶ ἠρεμεῖν οὐσιωδῶς ἤγουν φυσικῶς καὶ οὐ κατὰ συμβεβηκός, φύσις λέγεται παρὰ τὸ τοιῶσδε πεφυκέναι τε καὶ ὑπάρχειν. Αὕτη δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ οὐσία· ἐκ γὰρ τῆς οὐσίας ἔχει τὴν τοιαύτην δύναμιν ἤγουν τὴν κίνησιν καὶ ἠρεμίαν. Καὶ ἡ οὐσία ἐστὶν ἡ αἰτία τῆς κινήσεως αὐτῆς καὶ ἠρεμίας. Λέγεται δὲ φύσις παρὰ τὸ πεφυκέναι.