Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1.1
Περὶ μορφῆς. Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος· οἷον ἡ οὐσία μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα ὑπὸ τοῦ σώματος τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ καὶ ἀποτελέσασα τὸ ζῷον, πάλιν τε προσλαβοῦσα τὸ λογικὸν καὶ τὸ θνητὸν ἀποτελεῖ τὸ τοῦ ἀνθρώπου εἶδος. Ὅπερ εἰδικώτατον εἶδος μορφὴ λέγεται οἷον οὐσία μεμορφωμένη. Οἱ οὖν ἅγιοι πατέρες ἐπὶ τοῦ εἰδικωτάτου εἴδους τάσσουσι τὸ τῆς οὐσίας καὶ φύσεως καὶ μορφῆς ὄνομα καὶ ταὐτὸν λέγουσιν οὐσίαν καὶ φύσιν καὶ μορφὴν τὸ εἰδικώτατον εἶδος· καὶ ὁμοούσια καὶ ὁμοφυῆ καὶ ὁμογενῆ καὶ σύμμορφα λέγουσι τὰ ὑπὸ τὸ αὐτὸ εἰδικώτατον εἶδος ἄτομα. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτερογενῆ καὶ ἑτερόμορφα τὰ εἰδικώτατα εἴδη λέγουσιν. Οὐ δυνατὸν γὰρ εἶδος ἄλλῳ εἴδει ἢ φύσιν ἄλλῃ φύσει ἢ οὐσίαν ἄλλῃ οὐσίᾳ μὴ εἶναι ἑτεροούσιον καὶ ἑτεροφυῆ καὶ ἑτερόμορφον. Χρὴ γινώσκειν, ὡς ἀδύνατόν ἐστιν ἐκ δύο οὐσιῶν ἤγουν φύσεων μίαν φύσιν σύνθετον γενέσθαι· ἀδύνατον γὰρ ἐν τῷ αὐτῷ ἅμα τὰς ἀντιδιῃ ρημένας συστατικῶς ὑπάρξαι διαφοράς. Ὑπόστασιν δὲ μίαν σύνθετον ἐκ διαφόρων φύσεων δυνατὸν γενέσθαι, ὡς ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι συντεθειμένος καὶ σώματος· εἰ γὰρ καὶ λέγεται μία φύσις τῶν ἀνθρώπων, ἀλλ' οὐ μιᾶς φύσεως ὁ ἄνθρωπος λέγεται ὁ καθέκαστα. Μία μὲν γὰρ φύσις τῶν ἀνθρώπων σύνθετος λέγεται, διότι ὑφ' ἓν εἶδος πᾶσαι αἱ τῶν ἀνθρώπων τελοῦσι σύνθετοι ὑποστάσεις. Μιᾶς δὲ φύσεως ὁ καθέκαστα ἄνθρωπος οὐ λέγεται, διότι ἑκάστη τῶν ἀνθρώπων ὑπόστασις ἐκ δύο συνέστηκε φύσεων, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ ἀσυγχύτους ταύτας ἐν ἑαυτῇ φυλάττει· καὶ μάρτυς ἡ ἐκ τοῦ θανάτου γινομένη διαίρεσις.