Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialectica Recensio brevior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1.1
Περὶ ποιοῦ καὶ ποιότητος. Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται· ἐκ τῆς φρονήσεως φρόνιμος λέγεται ὁ ἔχων τὴν φρόνησιν καὶ θερμὸς ὁ μετέχων θερμότητος. Χρὴ δὲ εἰδέναι, ὅτι τὸ ποιὸν καθολικώτερόν ἐστι τῆς ποιότητος· τὸ γὰρ ποιὸν σημαίνει τὴν ποιότητα καὶ τὸ μετέχον αὐτῆς ἤγουν τὴν θερμότητα καὶ τὸ θερμόν, τὸ ἔχον τὴν θερμότητα· ποιοὶ μὲν γάρ εἰσιν οἱ ἔχοντες τὴν ποιότητα, οἷον οἱ ἔχοντες θερμότητα θερμοὶ λέγονται. Οἱ μὲν θερμοὶ ποιοί εἰσιν, ἡ δὲ θερμότης ποιότης. Λέγεται δὲ πολλάκις καὶ αὐτὴ ἡ ποιότης ποιόν, ὁμοίως καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῆς ποσότητος. Τῶν δὲ ποιοτήτων αἱ μὲν τοῖς ἐμψύχοις {καὶ λογικοῖς} ἐνυπάρχουσι σώμασιν ὡς ἐπιστῆμαι καὶ ἀρεταί, νόσοι καὶ ὑγίεια, καὶ λέγονται ἕξεις καὶ διαθέσεις, αἱ δὲ καὶ τοῖς ἐμψύχοις καὶ τοῖς ἀψύχοις ὡς θερμότης, ψύξις, μορφή, σχῆμα, δύναμις καὶ ἀδυναμία. Τούτων δὲ αἱ μέν εἰσι δυνάμει, αἱ δὲ ἐνεργείᾳ· καὶ εἰ μὲν δυνάμει, ποιοῦσι δύναμιν καὶ ἀδυναμίαν· εἰ δὲ ἐνεργείᾳ, ἢ διὰ βάθους κεχωρήκασιν, ὡς ἡ θερμότης δι' ὅλου τοῦ πυρὸς καὶ ἡ λευκότης δι' ὅλου τοῦ γάλακτος καὶ τῆς χιόνος καὶ ποιεῖ πάθος καὶ παθητικὴν ποιότητα, ἢ ἐπιπολῆς καὶ ποιοῦσι σχῆμα καὶ μορφήν. Εἰσὶν οὖν τῆς ποιότητος εἴδη τέσσαρα· ἕξις καὶ διάθεσις, δύναμις καὶ ἀδυναμία, πάθος καὶ παθητικὴ ποιότης, σχῆμα καὶ μορφή. Διαφέρει δὲ ἕξις διαθέσεως, ὅτι ἡ μὲν ἕξις δυσμετάβλητός ἐστι καὶ χρονιωτέρα οἷον ἡ φρόνησις· οὐ γὰρ ταχὺ μεταβάλλεταί τις τῆς φρονήσεως εἰς ἀφροσύνην. Ὁμοίως καὶ ἡ ἐπιστήμη, ὅτε ἀκριβῶς τις ἐπίσταται, δυσμετάβλητός ἐστιν ἐν αὐτῷ ἡ γνῶσις, ἕξις ἐστί, καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη ὁμοίως. Διαθέσεις δέ εἰσι τὰ εὐκίνητα καὶ ταχέως μεταβάλλοντα οἷον θερμότης, ψύξις, νόσος, ὑγίεια καὶ τὰ τοιαῦτα· διάκειται μὲν γὰρ κατὰ ταῦτα ὁ ἄνθρωπος, ταχέως δὲ μεταβάλλεται ἐκ θερμοῦ ψυχρὸς γινόμενος καὶ ἐκ νόσου ὑγιής. Καὶ αὐτὰ δὲ ταῦτα οἷον ἡ νόσος καὶ ἡ ὑγίεια καὶ τὰ τοιαῦτα, ἐὰν ὦσι μόνιμα καὶ δυσμετάβλητα, ἕξεις εἰσί. Καθολικωτέρα δέ ἐστιν ἡ διάθεσις· ἀμφότεραι μὲν γὰρ διαθέσεις λέγονται, διάκειται γάρ πως κατὰ ταύτας ὁ ἄνθρωπος, ἀλλ' ἡ μὲν δυσμετάβλητος διάθεσις ἕξις λέγεται, ἡ δὲ εὐμετάβλητος διάθεσις μόνον. Δεύτερον εἶδος ποιότητος δύναμις καὶ ἀδυναμία, ἅτινα οὔκ εἰσιν ἐνεργείᾳ, ἔχουσι δὲ ἐπιτηδειότητα καὶ δύναμιν φυσικὴν ἢ ἀνεπιτηδειότητα, ὥς φαμεν τὸν μὲν παῖδα δυνάμει μουσικόν, εἰ γὰρ καὶ μὴ ἔχει ἐνεργείᾳ τὴν μουσικήν, ἀλλ' ἔχει ἐπιτηδειότητα πρὸς τὸ δέξασθαι τὴν μουσικήν, τὸ δὲ ἄλογον ἄμουσον ὡς μήτε ἐνεργείᾳ ἔχον τὴν μουσικὴν μήτε δυνάμενον αὐτὴν δέξασθαι· καὶ τὸ σκληρὸν δὲ δύναμιν ἔχει τοῦ μὴ ταχέως διαιρεῖσθαι. Τρίτον εἶδος παθητικὴ ποιότης καὶ πάθος οἷον θερμότης, λευκότης, ψύξις, μελανία καὶ τὰ τοιαῦτα. Τὸ μὲν οὖν πάθος εὐαπόβλητόν ἐστιν ὡς ἡ διάθεσις, ὡς ἄν τις ἢ διὰ αἰδὼ ἢ διὰ φόβον ὠχριάσῃ ἢ ἐρυθριάσῃ, ἡ δὲ παθητικὴ ποιότης δυσκίνητος καὶ δυσμετάβλητός ἐστι. Τῶν δὲ παθητικῶν ποιοτήτων τινὲς μὲν ἀπὸ πάθους οὐ γεγένηνται ἤγουν οὐκ ἀλλαχόθεν, ἀλλὰ κατ' οὐσίαν ὑπάρχουσιν ὡς τῷ πυρὶ ἡ θερμότης καὶ τῷ μέλιτι ἡ γλυκύτης· οὔτε γὰρ τῷ πυρὶ ἐπίκτητος ἡ θερμότης οὐδὲ τῷ μέλιτι ἡ γλυκύτης, οὔτε πρότερον μὴ ὄντα τοιαῦτα ὕστερον προσε λάβοντο τὴν θερμότητα καὶ τὴν γλυκύτητα, ὅμως δὲ τὸ αὐτὸ πάθος ποιοῦσι κατὰ τὴν ἡμετέραν αἴσθησιν· τὸ μὲν γὰρ πῦρ θερμὸν ὂν θερμαίνει ἡμᾶς καὶ τὸ μέλι γλυκὺ ὂν γλυκαίνει ἡμᾶς·– τινὲς δὲ ἀπό τινος πάθους ἤγουν κράσεως γεγόνασι καὶ ποιοῦσιν ἐνίοτε πάθος κατὰ τὴν ἡμετέραν αἴσθησιν ἀλλ' οὐ τὸ αὐτὸ πάθος καὶ τὴν αὐτὴν ποιότητα, ἣν ἔχουσιν, οἷά εἰσι τὰ χρώματα· τὸ γὰρ λευκὸν ἔκ τινος πάθους καὶ κράσεως γινόμενον πάθος μὲν ποιεῖ περὶ τὴν ὅρασιν ἤγουν τὴν διάκρισιν καὶ ἐξάπλωσιν καὶ φωτισμόν, οὐ λευκαίνει δὲ ἡμᾶς. Ἡ οὖν παθητικὴ ἡ μὴ οὖσα ἐπίκτητος ἢ παντὶ τῷ εἴδει ἐνυπάρχει ὡς ἡ θερμότης ὅλῳ τῷ πυρί, ἢ οὐ παντὶ ὡς ἡ μελανία τοῖς Αἰθίοψιν· οὐ γὰρ πάντες οἱ ἄνθρωποι μέλανες. Ταῦτα δὲ οὐ μόνον περὶ σῶμα θεωρεῖται ἀλλὰ καὶ περὶ ψυχήν. Τέταρτον εἶδος ποιότητος σχῆμα καὶ μορφή. Τὸ μὲν οὖν σχῆμα ἐπὶ τῶν ἐμψύχων καὶ ἐπὶ τῶν ἀψύχων φέρεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν ἐμψύχων μόνον. Εἰ δὲ ῥηθῇ ἐπὶ τῶν ἀψύχων μορφὴ ἢ εὔμορφον, οὐ κυρίως ἀλλὰ καταχρηστικῶς λέγεται. Καθολικώτερον οὖν ἐστι τὸ σχῆμα· καὶ ἡ μορφὴ γὰρ καλεῖται σχῆμα. Τὸ δὲ τῶν ἀψύχων σχῆμα οὐ καλεῖται μορφή. Ἡ δὲ εὐθύτης ἤγουν ὀρθότης καὶ ἡ καμπυλότης ἤγουν στρεβλότης τῆς ποιότητός εἰσιν. Χρὴ γινώσκειν, ὅτι τὰ ποιὰ ὡς ἐπὶ τὸ πλεῖστον παρωνύμως ἀπὸ τῶν ποιοτήτων λέγονται ὡς ἀπὸ τῆς θερμότητος θερμόν, τινὰ δὲ καὶ ὁμωνύμως ὡς μουσικὴ ἐπιστήμη καὶ μουσικὴ γυνὴ ἡ ἔχουσα τὴν μουσικὴν ἐπιστήμην, τινὰ δέ, εἰ καὶ σπανίως, ἑτερωνύμως ὡς ἀπὸ τῆς ἀρετῆς σπουδαῖος· ὁ γὰρ ἐνάρετος σπουδαῖος λέγεται. Χρὴ γινώσκειν, ὅτι τὸ πάθος διττόν· ἢ γὰρ ἐν τῷ ἤδη πεπονθέναι λέγεται, καὶ ἀνάγεται ὑπὸ τὴν ποιότητα, ὡς τὸ ἤδη λελευκασμένον ἱμάτιον λέγεται λευκόν, ἢ ἐν τῷ νῦν πάσχειν, καὶ ἀνάγεται ὑπὸ τὴν τοῦ πάσχειν κατηγορίαν, ὡς τὸ μήπω λευκανθὲν ἀλλὰ νῦν λευκαινόμενον. Χρὴ γινώσκειν, ὡς οὔκ εἰσιν αἱ ποιότητες σώματα ἀλλὰ ἀσώματοι. Εἰ γὰρ ἦσαν σώματα, ὑπὸ τὴν οὐσίαν ἦσαν· καὶ πάντα δὲ τὰ συμβεβηκότα ἀσώματά εἰσι καὶ καθ' ἑαυτὰ ἀνύπαρκτα, εἰ μὴ ἐν τῇ οὐσίᾳ θεωρηθῶσι. Χρὴ γινώσκειν, ὅτι αἱ οὐσιώδεις ποιότητες ὑπὸ τὴν οὐσίαν ἀνάγονται· μέρη γὰρ αὐτῆς εἰσιν ὡς διαιροῦντα αὐτὴν καὶ εἰς τὸν ὁρισμὸν τῶν εἰδῶν αὐτῆς λαμβανόμενα, ὑφ' ἣν δὲ κατηγορίαν τὸ ὅλον, ὑπὸ ταύτην καὶ τὰ μέρη αὐτοῦ ἀναχθήσονται. Τὸ βαρὺ καὶ κοῦφον ἢ ἐν ὄγκοις θεωρεῖται ὡς ἐπὶ τῶν σταθμιζομένων καὶ ἀνάγεται ὑπὸ τὸ ποσόν, ἢ ἐν οὐσίᾳ ὡς ἐν τοῖς στοιχείοις ἤγουν πυρὶ καὶ γῇ καὶ ἀνάγονται ὑπὸ τὴν οὐσίαν ὡς οὐσιώδεις διαφοραί, ὁμοίως καὶ τὸ πυκνὸν καὶ μανὸν ἤγουν ἀραιόν· ἢ γὰρ οὐσιωδῶς ἐν τοῖς στοιχείοις καὶ ἀνάγονται ὑπὸ τὴν οὐσίαν, ἢ ἐπεισάκτως ἐν ἱματίοις καὶ ἀνάγονται ὑπὸ τὴν κεῖσθαι κατηγορίαν, θέσει γάρ εἰσι. Τρία δέ εἰσιν ἴδια τῆς ποιότητος ἤγουν παρακολουθήματα· πρῶτον τὸ ἐναντιότητα ἐπιδέχεσθαι· τὸ γὰρ θερμὸν ἐναντίον τῷ ψυχρῷ καὶ τὸ λευκὸν τῷ μέλανι· δεύτερον τὸ μᾶλλον καὶ ἧττον· ἔνθα γὰρ ἐναντιότης ἐστί, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον εὑρίσκεται. Τὸ δὲ μᾶλλόν ἐστιν ἐπίτασις, καὶ τὸ ἧττον ὕφεσις. Ἐνδέχεται οὖν εἰπεῖν τόδε τὸ εἶδος μᾶλλον τοῦδε λευκὸν καὶ ἧττον ψυχρόν. Τρίτον παρακολούθημα, τὸ καὶ ἰδιώτατον τοῦ ποιοῦ, τὸ ὅμοιον καὶ ἀνόμοιον. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ σχῆμα οὐκ ἔχει ἐναντίον. Χρὴ γινώσκειν, ὅτι οὐ πᾶσαι αἱ στερήσεις ἀποφατικῶς λέγονται, ἀλλὰ καὶ στερήσεις εἰσὶ καταφατικῶς λεγόμεναι ὡς τυφλότης καὶ κωφότης. Καὶ πάλιν οὐ πᾶν εἶδος καταφατικῶς ὀνομάζεται ἀλλὰ καὶ ἀποφατικῶς, ὥσπερ ἡ ἀκολασία εἶδος οὖσα οὐ καταφατικῶς ἀλλ' ἀποφατικῶς ὠνομάσθη· ἡ γὰρ κατάθεσις κατάφασις λέγεται οἷον «καλός ἐστιν», ἡ δὲ ἄρνησις ἀπόφασις οἷον «οὐκ ἔστι καλός»· ὅτε δὲ λέγομεν «ἄνομος εἶ», τὸ ˉα ἄρνησιν σημαίνει ὡς τὸ οὔ. Εἰ δὲ λέγεται τόδε τὸ λευκὸν ἴσον εἶναι τῷδε τῷ λευκῷ, οὐ καθὸ ποιότης λέγεται ἴσον εἶναι ἀλλὰ καθὸ ποσότης καὶ τὸ εἶναι τὴν ἐπιφάνειαν ταύτην ἴσην ἐκείνῃ τῇ ἐπιφανείᾳ, ὡς καὶ ἐν τῷ ποσῷ τὸ ὅμοιον καὶ ἀνόμοιον θεωρεῖται οὐ καθὸ ποσόν, ἀλλὰ καθὸ μετέχει ποιότητος.

Intertext edge

Open linked passage

Note