Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1.1
Περὶ τοῦ ἔχειν. Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. Δηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτών, ὅπλα καὶ τὰ τοιαῦτα, περιέχεται δὲ δακτύλιος καὶ εἴ τι ἕτερον τοιοῦτον σμικρόν. Δεῖ δὲ καὶ τὸ περιέχον καὶ τὸ περιεχόμενον οὐσίας εἶναι· εἰ γὰρ τὸ μὲν οὐσία εἴη, τὸ δὲ συμβεβηκός, ὡς ἐπιστήμων καὶ ἐπιστήμη, οὐκέτι ὑπὸ τὸ ἔχειν ἀνάγεται. Διαφοραὶ δὲ τοῦ ἔχειν γίνονται κατὰ τὴν διαφορὰν τῶν ὄντων· ἢ γὰρ ἔμψυχόν ἐστιν ἢ ἄψυχον, καὶ ἔμψυχον μὲν ἔχειν λεγόμεθα ὡς παῖδα, ἵππον καὶ τὰ τοιαῦτα, ἄψυχον δὲ ὡς δακτύλιον, ὑπόδημα καὶ τὰ τοιαῦτα. Λέγεται δὲ τὸ ἔχειν καὶ κατὰ πολλῶν ἑτέρων σημαινομένων ὁμωνύμως, περὶ ὧν ὕστερον ἐροῦμεν.