Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1.1
Περὶ ἀντικειμένων. Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖν ἐστι τὸ εἰπεῖν, τί τινι ὑπάρχει, οἷον καλός ἐστιν, ἀπόφασις δὲ τὸ εἰπεῖν, τί τινι οὐχ ὑπάρχει, οἷον οὐκ ἔστι καλός· λέγονται δὲ ἀμφότερα ἀπόφανσις. Εἰ δὲ ὡς πρᾶγμα ἀντίκεινται, ἢ ὡς πρὸς ἀντιστρέφοντα λέγονται καὶ ποιεῖ τὰ πρός τι, ἅτινα καὶ συνεισάγουσιν ἄλληλα καὶ συναναιροῦσιν, ἢ οὐ πρὸς ἀντιστρέφοντα καὶ οὐκ ἔχουσι σχέσιν. Καὶ ταῦτα ἢ οὐ μεταβάλλει εἰς ἄλληλα, ὅμως δὲ ἄμφω κατὰ φύσιν εἰσὶ καὶ ποιεῖ τὰ ἐναντία ὡς ἡ θερμότης καὶ ἡ ψύξις, ἢ τὸ μὲν μεταβάλλει εἰς τὸ ἕτερον, τὸ δὲ ἕτερον οὐ μεταβάλλει. Καὶ τὸ μὲν αὐτῶν ἐστι κατὰ φύσιν τὸ δὲ παρὰ φύσιν, καὶ ποιεῖ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα ὡς ὄψις καὶ τυφλότης· ἕξις μὲν γάρ ἐστιν ἡ ὄψις ὡς ἐκ τοῦ ἔχειν, στέρησις δὲ τῆς ἕξεως ἤγουν τῆς ὁράσεως ἡ τυφλότης. Τῶν δὲ ἐναντίων τὰ μέν εἰσιν ἄμεσα, τὰ δὲ ἔμμεσα. Ἄμεσα μὲν οὖν εἰσιν, ὧν ἀναγκαῖον τὸ ἕτερον ἤγουν τὸ ἓν ὑπάρχειν τῷ ὑποκειμένῳ αὐτοῖς ἢ τοῦτοις, ὧν κατηγοροῦνται, οἷον νόσος καὶ ὑγίεια ἐν σώματι ζῴου ὑποκειμένῳ, καὶ ἀνάγκη πάντως ἐν τῷ σώματι ἢ νόσον εἶναι ἢ ὑγίειαν· νόσον δέ φαμεν πᾶσαν τὴν παρατροπὴν τῆς φύσεως.– Ἔμμεσα δέ, ὧν οὐκ ἀνάγκη τὸ ἕτερον ὑπάρχειν τῷ ὑποκειμένῳ ἢ τούτοις, ὧν κατηγοροῦνται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν· ἐναντία γάρ εἰσι, καὶ οὐ πάντως ἀνάγκη ἓν αὐτῶν ὑπάρχειν τῷ σώματι· οὐ γὰρ ἀνάγκη πᾶν σῶμα ἢ λευκὸν εἶναι ἢ μέλαν, εἰσὶ γὰρ σώματα φαιὰ καὶ πυῤῥά·– εἰ μὴ ἄρα τὸ ἓν τῶν ἀντικειμένων ἀφωρισμένως φύσει ὑπάρχει τινὶ ὡς ἡ θερμότης τῷ πυρὶ καὶ ἡ ψύξις τῇ χιόνι. Τῶν μὲν οὖν ἐμμέσων τὰ μὲν ἔχουσιν ὀνόματα, ὡς τὸ μέσον τοῦ λευκοῦ καὶ τοῦ μέλανος λέγεται φαιόν, τὰ δὲ οὐκ ἔχουσιν ὀνόματα· τὸ μέσον γὰρ τοῦ δικαίου καὶ τοῦ ἀδίκου οὐκ ἔχει ὄνομα, ἀλλὰ τῇ ἀποφάσει ἑκατέρου τὸ ἀνὰ μέσον γνωρίζεται οἷον οὐδὲ δίκαιον οὐδὲ ἄδικον. Ἀκολουθοῦσι δὲ τοῖς ἐναντίοις ἰδιώματα τέσσαρα· πρῶτον, ὅτι τῷ μὲν ἀγαθῷ ἐξ ἀνάγκης τὸ κακὸν ἐναντίον, τῷ δὲ κακῷ ποτὲ μὲν ἀγαθόν, ποτὲ δὲ ἄλλο κακόν· τῇ μὲν γὰρ σωφροσύνῃ ἐναντίον ἡ ἀκολασία, τῇ δὲ ἀκολασίᾳ ποτὲ μὲν σωφροσύνη, ποτὲ δὲ ἠλιθιότης. Ἠλιθιότης δέ ἐστι τὸ μὴ κινεῖσθαι μηδὲ ἐγείρεσθαι τὰ πάθη. Ἡ μὲν οὖν ἀκολασία ἔλλειψίς ἐστι τῆς σωφροσύνης, ἡ δὲ ἠλιθιότης ὑπερβολή, ἐναντία δὲ ἡ ὑπερβολὴ τῇ ἐλλείψει.– δεύτερον, ὅτι ἀδύνατον ἅμα τὰ ἐναντία ἐπὶ τῶν ἀτόμων εἶναι κατὰ τὸ αὐτό, οὐκ ἐνδέχεται γὰρ ἅμα Σωκράτην ὑγιαίνειν καὶ νοσεῖν, ἢ κατὰ τὸ αὐτὸ μέλος θερμαίνεσθαι ἅμα καὶ ψύχεσθαι.– τρίτον, ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, γένει μὲν ὡς ἐν ἁπλῷ σώματι τὸ λευκὸν καὶ τὸ μέλαν, εἴδει δὲ ὡς ἐν σώματι ζῴου ὑγίεια καὶ νόσος, ἀριθμῷ δὲ δῆλον· τὸ γὰρ αὐτὸ σῶμα τῶν ἐναντίων εἶναι δεκτικὸν ἐνδέχεται κατὰ τὴν ἑαυτοῦ μεταβολήν.– τέταρτον, ὅτι τὰ ἐναντία ἢ ὑπὸ τὸ αὐτὸ γένος ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ τὰ ἐναντία γένη ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἅτινα ἐναντία εἰσίν, ἢ αὐτὰ τὰ ἐναντία γένη εἰσὶν ὡς τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐναντία ὄντα γένη.