Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
43.1.1
Περὶ προτέρου καὶ ὑστέρου. Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μὲν ἐμψύχων τὸ πρεσβύτερον, ἐπὶ δὲ τῶν ἀψύχων τὸ παλαιότερον· καταχρηστικῶς δὲ καὶ ἀντ' ἀλλήλων λαμβάνονται.– δεύτερον δὲ τὸ φύσει πρότερον, ὅπερ συνεισφέρεται μέν, οὐ συνεισφέρει δέ, καὶ συναναιρεῖ καὶ οὐ συναναιρεῖται ὡς τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου· ζῴου γὰρ μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔσται, ζῷον γὰρ ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ μὴ ὄντος ἔσται ζῷον, καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσι· καὶ ἀνθρώπου ὄντος πάντως ἔσται ζῷον, ζῷον γὰρ ὁ ἄνθρωπος. Ζῴου δὲ ὄντος οὐ πάντως ἄνθρωπος ἀλλ' ἴσως ἵππος, κύων· καὶ ταῦτα γὰρ ζῷά εἰσι.– τρίτον τὸ κατὰ τάξιν, ὥσπερ φαμὲν πρῶτον τὸ ˉα, δεύτερον τὸ ˉβ, εἶτα τὰ συλλάβια, εἶτα αἱ ψῆφοι.– τέταρτον τὸ κατ' ἀξίαν, ὥς φαμεν· πρῶτον ἐπίσκοπος, εἶτα πρεσβύτερος. Ἐκβάλλουσι δὲ τοῦτον τὸν τρόπον τινές· ἐνδέχεται γὰρ τὸν πρῶτον κατὰ τάξιν ὕστερον εἶναι κατ' ἀξίαν.– πέμπτον, ὥς φαμεν τὸ αἴτιον καὶ αἰτιατόν, ὡς ὁ Σωκράτης πρότερος τῆς ἰδίας εἰκόνος· αὐτὸς γάρ ἐστιν αἴτιος τῆς ἰδίας εἰκόνος. Καὶ ὁ πατὴρ πρότερος καὶ μείζων τοῦ υἱοῦ· ὁ γὰρ πατήρ ἐστιν αἴτιος τοῦ υἱοῦ, ἐκ γὰρ τοῦ πατρὸς ὁ υἱὸς γεννᾶται. Διὸ καὶ ὁ μακάριος Γρηγόριος κατὰ τοῦτο τὸ σημαινόμενον ἔλαβε τὸ ὑπὸ τοῦ κυρίου ἡμῶν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ῥηθέν· «Ὁ πατήρ μου μείζων μού ἐστιν.» Ἄλλοι δὲ προστιθέασι τὸ κατ' ἐπίνοιαν, ὡς πρότερον τῶν θεμελίων τὸν τοῖχον. Τοῦτο δὲ ἀνάγεται ὑπὸ τὸν τέταρτον τρόπον, τὸν κατ' ἀξίαν· τὸ γὰρ τῇ ἐπινοίᾳ πρότερον, τοῦτο τῷ πράγματι ὕστερον. Ὁσαχῶς δὲ τὸ πρότερον, τοσαυταχῶς καὶ τὸ ὕστερον. Τὸ δὲ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ μᾶλλον καὶ ἧττον οὔκ εἰσι τῶν ὁμωνύμων ἀλλὰ τῶν ἀφ' ἑνός.