Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1.1
Περὶ τοῦ ἔχειν. Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται·– ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα· λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν.– ἢ ὡς ποσόν· λέγεται γὰρ τρίπηχυ μέγεθος ἔχειν τὸ ξύλον.– ἢ ὡς οὐσίαν περὶ οὐσίαν, ὅπερ ἐστὶ γενικώτατον γένος. Τοῦτο δέ– ἢ περὶ ὅλον τὸ σῶμα ὡς χιτών– ἢ περί τι μέρος ὡς δακτύλιος ἐν δακτύλῳ– ἢ ὡς μέρος ἐν ὅλῳ· λεγόμεθα γὰρ ἔχειν χεῖρα·– ἢ ὡς ἐν ἀγγείῳ, ὡς λέγομεν οἶνον ἔχειν τὸ κεράμιον,– ἢ ὡς κτῆμα· λεγόμεθα γὰρ οἰκίαν ἔχειν ἢ ἀγρόν, λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν, καὶ ἡ γυνὴ ἄνδρα ἔχειν. Ἔοικε δὲ οὗτος ὁ τρόπος ἀλλότριος εἶναι τοῦ ἔχειν, ἐπειδὴ ἀντιστρέφει· οὐδὲν γὰρ μᾶλλον σημαίνει ἔχειν τὸν ἄνδρα γυναῖκα ἢ τὴν γυναῖκα ἄνδρα, οὐδὲ γὰρ ἕτερον ἑτέρου ἐπικρατεῖ, ἀλλ' ἴσως καὶ ἀδιαφόρως ἔχουσιν. Εἰ δὲ καὶ ὁ κτήτωρ ἔχει κτῆμα καὶ τὸ κτῆμα κτήτορα καὶ ἀντιστρέφει, ἀλλ' οὐχ ὡς ἀνὴρ γυναῖκα καὶ γυνὴ ἄνδρα· ὁ γὰρ κτήτωρ αὐτοκρατὲς καὶ κυριώτατόν ἐστι τοῦ κτήματος, καὶ διὰ τοῦτο μᾶλλον ὁ μὲν κτήτωρ ἔχειν λέγεται, τὸ δὲ κτῆμα ἔχεσθαι. Δῆλον δέ, ὅτι τὸ ἔχειν τῶν ὁμωνύμων ἐστί. Τινὲς τὰς αὐτὰς διαφορὰς λέγουσι τοῦ ἔχειν, ὅσας καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν· ὡς γὰρ τὰ ποιοῦντα καὶ πάσχοντα ἢ ἔμψυχά ἐστιν ἢ ἄψυχα, οὕτω καὶ ἐνταῦθα ἢ ἔμψυχόν ἐστι τὸ ἔχον καὶ τὸ ἐχόμενον ἢ ἄψυχον. Πῶς οὖν τῶν διαφόρων γενῶν αἱ αὐταὶ διαφοραὶ ἔσονται; Ἀλλ' ἔστιν εἰπεῖν, ὅτι τὸ ἔχον ἢ περὶ ὅλον τὸ σῶμά ἐστιν ἢ περὶ μέρος, καὶ πάλιν τοῦτο ἢ ἀμυντήριόν ἐστιν ἢ κόσμος.