Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialectica Recensio brevior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1.1
Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως. Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται. Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνουσα, τί τινι ὑπάρχει, τουτέστι τί ὑπάρχει τις· οἷον «Σωκράτης σοφός ἐστι», «Σωκράτης περιπατεῖ». Ἀπόφασις δὲ ἡ δηλοῦσα τὸ μὴ ὑπάρχον τινὶ ἤγουν τί οὐκ ἔστι τις, οἷον «ὁ δεῖνα οὐκ ἔστι σοφός», «ὁ δεῖνα οὐ περιπατεῖ». Ἐπειδὴ δὲ πάσῃ καταφάσει ἀντίκειται ἀπόφασις καὶ πάσῃ ἀποφάσει κατάφασις, ἡ ἀπόφασις ἡ ἀντικειμένη τῇ καταφάσει καὶ ἡ κατάφασις ἡ ἀντικειμένη τῇ ἀποφάσει ἀντίφασις λέγεται· ἀνάγκη δὲ τὴν μίαν ψεύδεσθαι καὶ τὴν μίαν ἀληθεύειν. 48 Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ. Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν· ὁ δὲ συλλογισμὸς σύγκειται ἐκ δύο ἀληθῶν προτάσεων καὶ τοῦ συμπεράσματος· οἷον θέλων ἀποδεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι, λέγω, ὅτι πᾶν ἀεικίνητον ἀθάνατόν ἐστιν· αὕτη πρότασίς ἐστιν. Εἶτα λέγω καὶ δευτέραν πρότασιν· Ἡ ψυχὴ ἀεικίνητός ἐστιν· εἶτα τὸ συμπέρασμα· Ἡ ψυχὴ ἄρα ἀθάνατός ἐστιν. Ἑκάστη δὲ πρότασις ἐξ ὅρων σύγκειται, ἑκάστη γὰρ λέξις τῆς προτάσεως ὅρος λέγεται· ὅρος γάρ ἐστιν, εἰς ὃν ἀναλύεται ἡ πρότασις. Οἷον ἡ πρότασις λέγει· Πᾶν ἀεικίνητον ἀθάνατόν ἐστι· τὸ «Πᾶν» ὅρος λέγεται ὡς μέρος προτάσεως καὶ τὸ «ἀεικίνητον» ὁμοίως ὅρος λέγεται καὶ τὸ «ἀθάνατον» ὅρος λέγεται καὶ τὸ «ἐστιν» ὅρος λέγεται. Χρὴ γινώσκειν, ὅτι δεῖ τὰς προτάσεις ἀληθεῖς εἶναι καὶ τὸ συμπέρασμα ἀκολουθεῖν ταῖς προτάσεσιν. Εἰ γὰρ εὑρεθῇ ἡ μία τῶν προτάσεων ψευδὴς ἢ τὸ συμπέρασμα, παραλογισμός ἐστι καὶ οὐ συλλογισμός. Ἁπλῆ φωνή, ὄνομα, ῥῆμα, φάσις, ὅρος· ταῦτα τὰ πέντε κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν ἀλλήλων διαφέρουσι, μόνον δὲ κατὰ τὴν σχέσιν ἐστὶν αὐτῶν ἡ διαφορά· οἷον ἄνθρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκείμενον λέγεται ὄνομα, ὡς δὲ τάξιν ἐπέχον κατηγορουμένου λέγεται ῥῆμα, ὡς δὲ μέρος καταφάσεως ἢ ἀποφάσεως λέγεται φάσις, ὡς δὲ μέρος προτάσεως καὶ συλλογισμοῦ λέγεται ὅρος. Χρὴ δὲ γινώσκειν, ὅτι ἐν τῇ προτάσει ἤτοι τῇ καταφάσει καὶ ἀποφάσει τὸ μὲν ὑποκείμενον ὄνομα λέγεται, τὸ δὲ κατηγορούμενον λέγεται ῥῆμα. Οἷον κατάφασίς ἐστιν· Ἄνθρωπος περιπατεῖ, τὸ «ἄνθρωπος» ὑποκείμενόν ἐστι καὶ λέγεται ὄνομα, τὸ «περιπατεῖ» τάξιν ἐπέχει κατηγορουμένου καὶ λέγεται ῥῆμα· «Σωκράτης καλός ἐστι», τὸ «Σωκράτης» ὑποκείμενόν ἐστι καὶ λέγεται ὄνομα, τὸ «καλός ἐστι» τάξιν ἐπέχει κατηγορουμένου καὶ λέγεται ῥῆμα ὡς μέρος καταφάσεως, εἰ καὶ παρὰ τοῖς γραμματικοῖς ὄνομα λέγεται τὸ «καλός». Καὶ ἁπλῶς, ᾧτινι ἀκολουθεῖ τὸ «ἐστι», ῥῆμά ἐστι καὶ ἐν τῇ ἀποφάσει καὶ ἐν τῇ καταφάσει, κἂν ὄνομά ἐστι κἂν ῥῆμα, ῥῆμα λέγεται παρὰ τοῖς φιλοσόφοις ὡς κατηγορούμενον. Ἰστέον, ὅτι τὰ πέντε ταῦτα οὐδὲν ἀλλήλων διενηνόχασιν, ἀπόφανσις, πρότασις, πρόβλημα, ἔνστασις, συμπέρασμα. Ὅταν γὰρ ἁπλῶς ἀποφαίνωμαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἀπόφανσις λέγεται. Ὅταν δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, τότε πρότασίς ἐστιν τὸ λέγειν· Ἡ ψυχὴ ἀθάνατός ἐστιν. Ἡνίκα δέ τις ἐνίσταται πρὸς τὴν πρότασιν λέγων· Πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι; τότε τὸ τοιοῦτον ἔνστασις προσαγορεύεται. Ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν· Ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστι; καλεῖται πρόβλημα. Ὅτε δὲ ἐκ προτάσεως συναχθῇ, καλεῖται συμπέρασμα, οἷον· Ἡ ψυχὴ ἀεικίνητός ἐστι, τὸ ἀεικίνητον ἀθάνατον, ἐκ τῶν προτάσεων τούτων συνάγεται· Ἄρα ἡ ψυχὴ ἀθάνατός ἐστι· τοῦτό ἐστι συμπέρασμα. Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, οἷον «Σωκράτης οὐ γελᾷ», ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις, ὡς «Σωκράτης γελᾷ». Ὅρος ἐστίν, εἰς ὃν ἀναλύεται ἡ πρότασις. Συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἤγουν ὁμολογηθέντων ἕτερον ἐξ ἀνάγκης τῶν κειμένων συμβαίνει διὰ τὰ κείμενα· διὰ γὰρ τὰς κειμένας προτάσεις γίνεται τὸ συμπέρασμα μὴ δεόμενον ἔξωθεν ἑτέρας τινὸς συστάσεως. Πρόβλημά ἐστι θεώρημα συντεῖνον εἰς αἵρεσιν καὶ φυγὴν ἤγουν εἰς ἄρνησιν καὶ συγκατάθεσιν πρὸς γνῶσιν καὶ θεωρίαν. Πύσμα ἐστὶν ἐρώτημα διεξοδικὴν ἤγουν πλατεῖαν ἀπαιτοῦν ἀπόκρισιν· διαφέρει γὰρ ὁ ἐρωτηματικὸς λόγος τοῦ πυσματικοῦ, ὅτι τῷ μὲν ἐρωτηματικῷ ταχεῖα ἕπεται ἡ ἀπόκρισις ἤγουν δι' ὀλίγων, τῷ δὲ πυσματικῷ χρονία καὶ διὰ πολλῶν. Διαλογικὸς χαρακτὴρ λέγεται ὁ κατὰ πεῦσιν καὶ ἀπόκρισιν. Ἔνστασίς ἐστιν ἡ ἐκ προοιμίων ἀνατρέπουσα τὸν λόγον. Ἀντιπαράστασις δὲ ἡ δεχομένη μὲν τὸν λόγον ὡς ἀληθῆ, δεικνύουσα δέ, ὡς οὐδὲν βλάπτει πρὸς τὸ προκείμενον. Λημμάτιόν ἐστιν, ὅπερ εἴληπται ὡς ὁμολογούμενον πρὸς κατασκευήν τινος. Αἵρεσίς ἐστι δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφωνούντων, πρὸς ἄλλους δὲ διαφωνούντων. Κοινὴ δὲ ἔννοιά ἐστιν ἡ παρὰ πᾶσιν ὁμολογουμένη, οἷον ὅτι ἔστιν ἥλιος. Θέσις δέ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων ἤγουν ξένη ἔννοια ὡς ὁ Παρμενίδου λόγος, ὅτι ἓν ἔλεγε τὸ ὄν, καὶ ὡς ὁ Ἡρακλείτου, ὅτι πάντα κινεῖται. Κοινόν ἐστι τὸ ἐν πολλοῖς θεωρούμενον ἢ πολλῶν κατηγορούμενον. Κοινὸν δὲ τετραχῶς λέγεται· ἢ τὸ εἰς τὰ μέρη διαιρετὸν ὡς ἡ κληρουχουμένη γῆ· ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον, οὐχ ἅμα δὲ ὡς εἷς δοῦλος ἢ εἷς ἵππος δύο δεσποτῶν ποτὲ μὲν τοῦδε, ποτὲ δὲ τοῦδε τὴν κέλευσιν πληρῶν· ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον ὡς ὁ ἐν θεάτρῳ τόπος ἢ ἐν βαλανείῳ· ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον ὡς ἡ φωνὴ τοῦ κήρυκος. Κατὰ τοῦτον τὸν τρόπον χρὴ ληφθῆναι ἐπὶ τῶν ὁμωνύμων καὶ συνωνύμων τὸ «ὧν ὄνομα κοινόν». Καθ' αὑτό ἐστι τὸ πρώτως καὶ κατ' οὐσίαν προσόν τινι καὶ οὐ κατὰ συμβεβηκὸς ὡς τὸ λογικὸν τῷ ἀνθρώπῳ. Καθόλου ἐστὶ τὸ πολλὰ σημαῖνον ὡς ἄνθρωπος, ζῷον, οὐσία. Κατὰ συμβεβηκός ἐστιν, ὃ δύναται ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν ὡς τῷ ἀνθρώπῳ τὸ νοσεῖν καὶ ὑγιαίνειν. Ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, ἐφ' ὧν διαμένει τὸ γινόμενον ὡς ἐπὶ τεκτονικῆς καὶ τῶν τοιούτων· διαμένει γὰρ μετὰ τὴν ποίησιν ἡ κλίνη. Πράττειν λέγεται, ἐφ' ὧν οὐ διαμένει τὸ τέλος ἤγουν τὸ ἀποτέλεσμα ὡς ἐπὶ τῆς αὐλητικῆς καὶ ὀρχηστικῆς. Θεωρεῖν δὲ λέγεται τὸ νοεῖν, τὸ ἀστρονομεῖν, τὸ γεωμετρεῖν καὶ τὰ τοιαῦτα. Τὴν ἐπίνοιαν ὁ ἀληθὴς λόγος διττὴν ἀποφαίνεται. Ἡ μὲν γὰρ ἐπέννοιά τις καὶ ἐπενθύμησίς ἐστι τὴν ὁλοσχερῆ τῶν πραγμάτων καὶ ἀδιάρθρωτον ἐξαπλοῦσα καὶ διασαφοῦσα θεωρίαν καὶ γνῶσιν, ὡς τὸ αἰσθήσει δόξαν εἶναι ἁπλοῦν τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πολυμερές τε καὶ ποικίλον ἀναφαίνεσθαι, οἷον ὁ ἄνθρωπος ἁπλοῦς φαινόμενος τῇ ἐπινοίᾳ διπλοῦς κατανοεῖται, ἐκ ψυχῆς τε καὶ σώματος συγκείμενος, ἡ δὲ ἀνάπλασμα διανοίας τυγχάνει κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ δοξάζουσα. Τοιαύτη δέ ἐστιν ἡ τῶν ἱπποκενταύρων καὶ σειρήνων καὶ τραγελάφων μυθοπλαστία. Τῶν γὰρ ὅλων τὰ μέρη λαμβάνουσα καὶ ἐκ τῶν μερῶν ἄλλο τι συντιθεῖσα κατὰ πολλὴν ἐξουσίαν τε καὶ εὐκολίαν τὰ μηδαμῶς ἐν ὑποστάσει τε καὶ οὐσίᾳ θεωρούμενα ἐν τῇ διανοίᾳ καὶ τοῖς λόγοις ἀνέπλασεν, εἶτα καὶ ταῖς ὕλαις διατυπουμένη ἀνειδωλοποίησεν· αὕτη δὲ λέγεται ψιλὴ ἐπίνοια. Ἕνωσις γίνεται κατὰ διαφόρους τρόπους· ἢ γὰρ κατὰ φυρμὸν γίνεται ὡς ἐπὶ διαφόρων ἀλεύρων ἀναφυρομένων καὶ μιγνυμένων,– ἢ κατὰ κόλλησιν ὡς ἐπὶ χαλκοῦ καὶ μολύβδου,– ἢ κατὰ ἁρμονίαν ὡς ἐπὶ λίθων καὶ ξύλων,– ἢ κατὰ σύγχυσιν ὡς ἐπὶ τῶν τηκτῶν καὶ τῶν μεταλλικῶν, τηκτῶν μὲν κηροῦ καὶ πίσσης καὶ τῶν τοιούτων, μεταλλικῶν δὲ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν τοιούτων,– ἢ κατὰ ἀνάκρασιν ὡς ἐπὶ τῶν ὑγρῶν, οἴνου τυχὸν καὶ ὕδατος, οἴνου καὶ μέλιτος.– Ἡ δὲ κατὰ σύνθεσιν ἕνωσίς ἐστιν ἡ εἰς ἄλληλα τῶν μερῶν χωρὶς ἀφανισμοῦ περιχώρησις ὡς ἐπὶ ψυχῆς ἔχει καὶ τοῦ σώματος, ἥντινα ἕνωσίν τινες σύγκρασιν ἐκάλεσαν ἢ συμφυΐαν. Ἰστέον δέ, ὥς τινες τῶν πατέρων τὸ τῆς κράσεως ὄνομα ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὐ κατεδέξαντο, τὴν δὲ κατὰ σύνθεσιν ἕνωσιν ἅπαντες. Αὕτη δέ ἐστιν ἡ καθ' ὑπόστασιν ἕνωσις ἡ κατὰ σύνθεσιν. Καθ' ὑπόστασιν μὲν οὖν ἐστι τὸ ἐκ διαφόρων φύσεων ὑφεστὸς πρᾶγμα. Καὶ πάλιν καθ' ὑπόστασίν ἐστι τὸ ἐκ δύο μὲν πραγμάτων, ἐν ἑνὶ δὲ προσώπῳ. Καὶ ἔτι καθ' ὑπόστασιν ἕνωσίς ἐστιν ἡ ἑτέρᾳ ὑποστάσει προστρέχουσα φύσις. Κρᾶσις δέ ἐστι σωμάτων παράθεσις, ποιοτήτων ἀντέμβασις. Καὶ πάλιν κρᾶσίς ἐστιν οὐσιῶν ἀλλήλαις ἑτεροίων συνδρομὴ καὶ τῶν περὶ αὐτὰς ποιοτήτων ἀντεμβολή. Κρᾶσίς ἐστι σύζευξις σωμάτων ἀντικιρνώντων ἀλλήλοις τὰς ἐν αὐτοῖς ποιότητας. Ἔστιν ἕνωσις καὶ ἡ κατὰ παράθεσιν· ἔοικε δὲ τῇ κατὰ ἁρμονίαν. Πάλιν ἕνωσις λέγεται προσωπική, ὅταν τις τὸ τοῦ ἑτέρου ὑποδυόμενος πρόσωπον ἀντ' αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιῆται λόγους, καὶ ἕνωσις σχετικὴ ὡς φίλου πρὸς φίλον. Ὁ δὲ Νεστόριος καὶ ἄλλας ἐπινοεῖ ἑνώσεις, κατὰ τὴν ἀξίαν φημὶ καὶ ὁμοτιμίαν καὶ ταυτοβουλίαν καὶ εὐδοκίαν καὶ ὁμωνυμίαν. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως τὰ νοητὰ καὶ ἑνοῦνται τοῖς δυναμένοις αὐτὰ δέξασθαι ὡς τὰ συνεφθαρμένα καὶ ἑνούμενα μένει ἀσύγχυτα καὶ ἀδιάφθορα καὶ ἀναλλοίωτα ὡς τὰ παρακείμενα· τοιαύτην γὰρ ἔχει φύσιν τὰ νοητά.

Intertext edge

Open linked passage

Note