Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Περὶ ἰδίου. Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ· μόνος γὰρ ὁ ἄνθρωπος γεωμέτρης, ἀλλ' οὐ πᾶς ἄνθρωπος γεωμέτρης. Δεύτερον, ὅπερ παντὶ μὲν τῷ εἴδει ὑπάρχει, οὐ μόνῳ δέ, ὡς τὸ δίπουν· πᾶς γὰρ ἄνθρωπος δίπους, οὐ μόνον δὲ ἄνθρωπος δίπους ἀλλὰ καὶ περιστερὰ καὶ τὰ τοιαῦτα. Τρίτον, ὅπερ παντὶ μὲν καὶ μόνῳ, οὐκ ἀεὶ δέ, ὥσπερ τὸ πολιοῦσθαι τῷ ἀνθρώπῳ· τοῦτο γὰρ παντὶ μὲν καὶ μόνῳ ἀνθρώπῳ ἁρμόζει, οὐκ ἀεὶ δὲ ἀλλ' ἐν τῷ γήρᾳ. Τέταρτον, ὅπερ γίνεται τῶν τριῶν τῶν πρώτων συνερχομένων, τουτέστι παντὶ καὶ μόνῳ καὶ ἀεί, ὅπερ καὶ ἀντιστρέφει, ὥσπερ τὸ γελαστικὸν τῷ ἀνθρώπῳ καὶ τὸ χρεμετιστικὸν τῷ ἵππῳ καὶ τὰ τοιαῦτα· μόνος γὰρ ἄνθρωπος ἔχει τὸ γελαστικὸν καὶ πᾶς ἄνθρωπος καὶ ἀεί, εἰ καὶ μὴ ἀεὶ κέχρηται αὐτῷ. Εἴ τι γὰρ ἄνθρωπος, πάντως γελαστικόν, καὶ εἴ τι γελαστικόν, πάντως ἄνθρωπος. Τοῦτό ἐστι τὸ ἀντιστρέφειν. Περὶ τούτου τοῦ σημαινομένου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Ὃ καὶ ὑπογράφοντές φαμεν· Ἴδιόν ἐστι, ὃ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχει. Τοῦτο δὲ τριχῶς διαιροῦσιν· ἀπὸ τῆς διοργανώσεως τουτέστι διαπλάσεως, ὡς τὸ πλατυώνυχον καὶ τὸ ὀρθοπεριπατητικὸν τῷ ἀνθρώπῳ· ἀπὸ τῆς ἐνεργείας, ὡς τῷ πυρὶ τὸ ἀνωτάτω φέρεσθαι· ἀπὸ τῆς δυνάμεως, ὡς λέγομεν τῷ πυρὶ ὑπάρχειν τὴν θερμαντικὴν δύναμιν ὑπερβάλλουσαν τὰς τῶν ἄλλων σωμάτων θερμότητας. Λέγεται δὲ τὸ ἴδιον ἐπουσιῶδες.