Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας. Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Καὶ δέχεται ὁ ἄνθρωπος καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Καὶ ὁ ἄνθρωπος δὲ ἐπιδέχεται τὸν ὅρον τοῦτον· καὶ οὐσία γάρ ἐστιν ὁ ἄνθρωπος καὶ ἔμψυχος καὶ αἰσθητικός. Ὁμώνυμος δέ ἐστι κατηγορία, ὅτε τὸ μὲν ὄνομα δέχεται, τὸν δὲ ὅρον οὐδαμῶς, οἷον ἡ εἰκὼν τοῦ ἀνθρώπου τὸ μὲν ὄνομα τοῦ ἀνθρώπου δέχεται, τὸν δὲ ὅρον τοῦ ἀνθρώπου οὐ δέχεται· ὁ γὰρ ὅρος τοῦ ἀνθρώπου ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἡ δὲ εἰκὼν οὔτε ζῷόν ἐστιν· οὐ γάρ ἐστιν ἔμψυχος οὔτε λογικὸν οὔτε νοῦ καὶ ἐπιστήμης δεκτικόν. Χρὴ γινώσκειν, ὅτι, ὅσα κατηγορεῖται κατά τινος καθ' ὑποκειμένου ἤγουν συνωνύμως, καὶ τοῦ ὑποκειμένου αὐτῷ κατηγορηθήσεται, οἷον τὸ ζῷον ὡς καθ' ὑποκειμένου κατηγορεῖται τοῦ ἀνθρώπου ἤγουν συνωνύμως καὶ ὁ ἄνθρωπος τοῦ Πέτρου· ὑκόκειται γὰρ τῷ ἀνθρώπῳ ὁ Πέτρος. Κατηγορεῖται οὖν καὶ τοῦ Πέτρου τὸ ζῷον· καὶ ὁ Πέτρος γὰρ ζῷόν ἐστι. Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβεβηκόσιν· ἐν αὐτῇ γὰρ ἔχουσι τὸ εἶναι καὶ ἐκτὸς αὐτῆς οὐχ ὑφίστανται. Τὸ δὲ πρὸς κατηγορίαν ὑποκείμενόν ἐστι τὸ μερικόν· ὑπόκειται γὰρ τὸ μερικὸν τῷ καθολικωτέρῳ πρὸς κατηγορίαν, ἐπειδὴ τὸ καθολικώτερον κατηγορεῖται τοῦ μερικωτέρου, ὡς τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Λέγεται δὲ τὸ μὲν καθόλου καθ' ὑποκειμένου, τὸ δὲ μερικώτερον ὑποκείμενον πρὸς κατηγορίαν. Λέγεται δὲ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ, ἡ δὲ οὐσία ὑποκείμενον πρὸς ὕπαρξιν.